# P.Turner 34

Documentary Papyri, P.Turner, P.Turner 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-turner/34
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-turner/34

ἀντίγραφον. Οὐεττίωι Γαλιανῶι τῷ κρατίστωι ἐπάρχωι ὄρους διαδεχομένῳ καὶ τὴν ἐπιστρατηγίαν παρὰ Αὐρηλίου Ἀπολλωνίου τοῦ καὶ Σαραπίωνος Δράκοντος Ἀλθαιέως γεουχοῦντος ἐν Διὸς πόλει μικρᾷ Θηβαίδος. σύνοιδας, ἐπιτρόπων μέγιστε, τὴν προτεταγμένην καὶ θείαν διάταξιν ἥνπερ καὶ προέταξα ἀκυροῦσαν μὲν τὸ παράνομον βούλημα τοῦ ἐμοῦ πατρὸς διαθήκας ὑπερχρόνους καταλείποντος βεβαιοῦσαν δὲ εἰ υἱὸς δικαίως καὶ ἐννόμως τὸ ἴδιον μέρος κέκτηται ἀπογραψάμενος καὶ πρὸς τὸ ἐπὶ τόπων βιβλιοφυλάκιον τῶν ἐνκτήσεων. αγωγως οὖν ἐν δεσποτείᾳ γενόμενος καὶ τὰ ἐμοὶ ἐπιβάλλοντα δημόσια τῶι ἱερωτάτωι ταμείῳ καταβαλὼν τά τε ὀφειλόμενα ὑπὲρ φόρων συνηθῶν καὶ τὰ εἰς τὴν ἱερὰν ἀννῶναν χρησιμεύοντα ὡς μηδὲν ἐμοὶ ἔτι ἐγκυλίεσθαι ὀφειλόμενον ἵνα εὐτυχήσω, εὖ οἶδα καὶ τὴν σὴν μισοπόνηρον περὶ τοὺς πλεονεκτουμένους κηδεμονίαν. ἡ γὰρ τοῦ πατρὸς γυνή, Ὀσεαῦς Φιλήμονος τὸ ὄνομα, μετὰ ἀποθέωσιν τοῦ ἐμοῦ πατρὸς, ἐπειδήπερ ἔλαβεν ἐκ διαθηκῶν παρανόμων κατάλειψιν τὸ τηνικαῦτα κρατήσασα ὡς ἦν δῆλον ἁπάντων ἐνδομενείας τε συμβόλων καὶ ὀσπρέων καὶ ἀργυρίου ὧν μόλις πολυπραγμονήσας τὸ καθʼ ἓν κατελαβόμην, νομὴν ἔχειν εἰς ταῦτα μόνη βεβούληται, ἐπιχειρήσασα μὲν κατʼ ἀρχὰς τῶν ὑπαρχόντων τὴν νομὴν μὲν ἀπολαβεῖν καὶ χρήσασθαι αὐτοῖς καθʼ ὃν ἐὰν αἱρῆται τρόπον, ἀποδομένη … καὶ ἐξ αὐτῶν … … κατὰ τὴν προτεταγμένην καὶ θείαν διάταξιν ἐπὶ σὲ … ὑπὸ τῆς τύχης τοῦ κυρίου ἡμῶν ἀηττήτου αὐτοκράτορος Ἀντωνίνου καὶ τῇ σῇ δικαίᾳ δεξιᾷ εἰς ἀεὶ χάριν ὁμολογῆσαι δύνασθαι ἀπολαβόντα ἐξ ὁλοκλήρου τῶν πατρῴων τὸ ἔννομον αἱροῦν μοι ὧν ἐστιν υἱοῖς οὐδὲ ἓν γλύκιον ὑπέταξα δὲ καὶ τῶν διαθηκῶν ἀντίγραφον. ἔτους κε Χοιὰκ κθ. παραγγείλας τῇ διʼ ἐναντίας ἐντυχεῖν μοι δύνασαι. ἀπόδος. παρὰ Αὐρηλίου Ἀπολλωνίου τοῦ καὶ Σαραπίωνος Δράκοντος.

---

Documentary Papyri, P.Turner. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.turner.
