# P.Turner 38

Documentary Papyri, P.Turner, P.Turner 38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-turner/38
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-turner/38

Αὐρηλίοις … τῷ καὶ Πλουτάρχῳ γεγυμνασιαρχηκότι καὶ Σεκούνδῳ τῷ καὶ Ἀπολλωνίῳ … ἀμφοτέροις βουλευταῖς τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως τοῖς πρὸς τῇ ἐπικρίσει παρὰ Αὐρηλίου …τω…ωνος Ἰσιδώρου μητρὸς Ι…ατος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως. κατὰ τὰ κελευσθέντα περὶ ἐπικρίσεως τῶν προσβαινόντων εἰς τοὺς ἐκ τοῦ γυμνασίου εἴ εἰσι τοῦ γένους τούτου ἐτάγη ἐπʼ ἀμφόδου Παμμένους Παραδείσου ὁ ὁμογνήσιός μου ἀδελφὸς Αὐρήλιος Πατερμοῦθις ὢν πρὸς τὸ ἐνεστὸς ϛ ἔτος ἐτῶν ιδ οὐλὴν μὴ ἔχων … ὅθεν παραγενόμενος πρὸς τὴν τούτου ἐπίκρισιν δηλῶ κατὰ τὴν γενομένην τῷ ε ἔτει θεοῦ Οὐεσπασιανοῦ τῶν ἐκ τοῦ γυμνασίου ἐπίκρισιν ἐπικεκρίσθαι τὸν τοῦ πάππου τοῦ πατρὸς ἡμῶν πάππον Ἰσίδωρον ἐπʼ ἀμφόδου Μυροβαλάνου ἀκολούθως αἷς ἐπήνεγκεν ἀποδείξεσι καὶ τὸν τοῦ πατρὸς ἡμῶν πρόπαππον Παυσανίαν προσβαίνοντα ἐπικεκρίσθαι τῷ δ ἔτει θεοῦ Τραιανοῦ ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου καὶ τὸν πατέρα τοῦ πάππου ἡμῶν Ἰσίδωρον προσβαίνοντα τῷ ιδ ἔτει θεοῦ Αἰλίου Ἀντωνίνου ἐπικεκρίσθαι ἐπʼ ἀμφόδου Δρόμου Γυμνασίου καὶ τὸν πάππον ἡμῶν Παυσανίαν προσβαίνοντα ἐπικεκρίσθαι τῷ … ἔτει … ἐπʼ ἀμφόδου Παμμένους Παραδείσου καὶ τὸν μετηλλαχότα ἡμῶν πατέρα Ἰσίδωρον προσβαίνοντα ἐπικεκρίσθαι τῷ … ἔτει μετὰ θεοῦ Σεουήρου Ἀντωνίνου βασιλείαν ἐπʼ ἀμφόδου Μυροβαλάνου … Παμμένους Παραδ …ποσδ … εσαν … προσβαίνοντα … αυτηστε … δον… …προδοσ…αρ … καισαρα … ναιο … ηπ Αὐρηλίοις … λωνιω… πόλεως … παρὰ … δο…ι… περὶ ἐπικρίσεως … ἐτάγη ἐπʼ ἀμφόδου … μητρὸς Θ… ὅθεν παραγενόμενος πρὸς τὴν τούτου ἐπίκρισιν δηλῶ … τω…

---

Documentary Papyri, P.Turner. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.turner.
