# P.Turner 44dupl

Documentary Papyri, P.Turner, P.Turner 44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-turner/44dupl
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-turner/44dupl

Φλαουίῳ Ὑγίνῳ τῷ διασημοτάτῳ ἐπάρχῳ Αἰγύπτου παρὰ τοῦ κοινοῦ τῶν ἀπὸ κώμης Φιλαδελφίας η πάγου τοῦ Ἀρσινοείτου διʼ ἡμῶν Ἥρωνος καὶ Σακαῶνος καὶ Καναοῦτ. τρεῖς ἐστιν οὗτοι οἱ προκίμενοι ἐν τῇ κώμῃ, ἔπαρχε δέσποτα, οἵτινες εἰσφέρομεν ὑπὲρ ὅλης τῆς κώμης ἀρουρῶν φ καὶ μηδὲ συνβροχιζομένων καὶ τοῦ κατʼ ἄνδρα σὺν ταμιακοῖς ἀνδράσιν εἰκοσιπέντε , ὡς ἐκ τούτου πάνυ τὴν κώμην εἰς στενοκομιδὴν ἐλθεῖν. πρὸς ἀναζήτησιν δὲ ἐγενόμεθα τῶν ὁμοκωμήτων ἐπὶ τῷ Ὀξυρυγχίτῃ καὶ κατελαβόμεθα ἐν ἐποικίῳ Εὐλογίου …υονει ἐν τῷ πάγῳ Σερήνου πραιποσίτου ὅλους ἄνδρας ἕξ , Διονύσιον καὶ Σουχιδᾶ καὶ Ὧρ καὶ Ἄμμωνα καὶ Πὸλ καὶ Σαβῖνον μετὰ τῶν γενῶν, καὶ ὁ τούτων γεοῦχος Εὐλόγιος ἅμα Παρίωνι ἀμπελουργῷ καὶ Σαραπίωνι γεωργῷ οὐκ ἐπέτρεψεν ἡμῖν οὐδὲ τῆς θύρας τοῦ ἐποικίου ἐνγίσαι μεθʼ ὕβρεων. ἔτι δὲ καὶ εὕραμεν ἐν τῷ Κυνοπολίτῃ νομῷ ἄλλους ὁμοκωμήτας τρεῖς παρὰ πᾶσι, Γερόντιον καὶ Παθωοῦν καὶ Ἥρωνα, ἔχοντας ὅλας βασιλικῆς ἀρούρας ρ καὶ πρός. διὰ τοῦτο δεόμεθα τῆς σῆς ἐξουσίας, ἄνθρωποι μέτριοι καὶ μονήρεις, προστάξαι τῷ τὰ εἰρηνικὰ ἐνπεπιστευμένῳ τοὺς ὁμοκωμήτας ἡμῖν παραδοῦναι μετὰ τῶν γενῶν, ἵνα δυνηθῶμεν διὰ ταύτης τῆς παραμυθίας στῆναι ἐν τῇ κώμῃ καὶ διὰ παντὸς τῇ λαμπρᾷ σου τύχῃ χάριτας ὁμολογήσομεν. διευτύχει Αὐρήλιοι Ἥρων καὶ Σακαῶν καὶ …αναοῦτ ἐπιδεδώκαμεν. Αὐρήλιος Εὐλόγιος ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.

---

Documentary Papyri, P.Turner. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.turner.
