# P.Ups.Frid 1

Documentary Papyri, P.Ups.Frid, P.Ups.Frid 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ups-frid/1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ups-frid/1

ἔτους ὀγδόου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Γορπιαίου τριακάδι σεβαστῇ Ἐπεὶφ τριακάδι σεβαστῇ ἐν Διονυσιάδι τῇ πρὸς τοῖς χαλκωρυχίοις τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Σωτήριχος Ἀπολλωνίου ὡς ἐτῶν ἑξήκοντα πέντε οὐλὴ πήχει ἀριστερῶι τοῖς ἑαυτοῦ τέκνοις Ἀπολλωνίωι ὡς ἐτῶν τριάκοντα οὐλὴ μήλωι ἀριστερῶι καὶ Ἰσαροῦτι ὡς ἐτῶν τριάκοντα πέντε οὐλὴ παρʼ οὖς ἀριστερὸν καὶ Ἐσερσύθει ὡς ἐτῶν … … οὐλὴ ποδὶ δεξιῶι μετὰ κυρίων τῶν γυναικῶν ἑκατέρας τοῦ ἑαυτῆς ἀνδρὸς τῆς μὲν Ἰσαροῦτος Ἡρακλείδου τοῦ Βίθυος ὡς ἐτῶν τ… …ωι ἀριστερῶι τῆς δὲ Ἐσερσύθιος Ἑριεῦτος τοῦ Μενχήους ὡς ἐτῶν τριάκοντα οὐλὴ δακτύλωι πρώτωι χειρὸς ἀριστερᾶς γεγονόσι αὐτῶι ἐκ τῆς συνούσης ἑαυτοῦ γυναικὸς Ταυσίριος μεμερικέναι αὐτοῖς μετὰ τὴν ἑαυτοῦ τελευτὴν τὰ ὑπάρχοντα αὐτῶι ἐν τῇ προγεγραμμένῃ Διονυσιάδι …υπ… … λεγομ… οἰκόπεδα ἅπερ ἐστὶν οἰκία τρίστεγος καὶ πέμπτον μέρος ἑτέρας οἰκίας καὶ αὐλῆς καὶ τὰ συνκύροντα πάντα … … τῶι Ἀπολλωνίωι μέρη δύο ἀπὸ μερῶν τεσσάρων καὶ τῇ Ἰσαροῦτι καὶ τῇ Ἐσερσύθει τὰ λοιπὰ μέρη δύο ἑκάστῃ αὐτῶν μέρος ἕν , πᾶσι δὲ τὸν λάκκον … καὶ τὸν Σωτήριχον ὁμοίως μεμερικέναι μετὰ τὴν ἑαυτοῦ τελευτὴν τῶι προγεγραμμένωι αὐτοῦ υἱῶι Ἀπολλωνίωι μόνωι… ὑπάρχοντα …ου…εν…ε… καὶ ὃν ἐὰν καταλίπῃ ὁ αὐτὸς Σωτήριχος χόρτον καὶ πυρὸν καὶ γενήματα …νων τὰ ἐκ… ἐὰν συμβῇ τὸν Σωτήριχον τελευτῆσαι τῶι ἐνεστῶτι ὀγδόωι ἔτει Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος …ε…ε…θ… τὸν Ἀπολλώνιον τῆς ἐκλήμψεως τοῦ ἐπιβάλλοντος τῶι Σωτηρίχωι μέρους δραγματηγίας καὶ σακκηγίας κωμῶν Φιλωτερίδος καὶ Κανωπιάδος τῆς Θεμίστου μερίδος γενήματος τοῦ ἐνεστῶτος ὀγδόου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος καὶ ἀποδοῦναι τὸν Ἀπολλώνιον … καὶ τῶι Ἀπολλωνίωι μὲν ὁμοίως μεμερικέναι τὸν Σωτήριχον καὶ τὸ δίμοιρον μέρος ὧν ἐὰν καταλίπῃ ὁ Σωτήριχος ἐπιπλῶν καὶ σκευῶν καὶ ἐνδομενίας τῇ δὲ γυναικὶ αὐτοῦ Ταυσίρει τὸ λοιπὸν τρίτον μέρος τῶν ἐπιπλῶν καὶ σκευῶν καὶ ἐνδομενίας καὶ οἴκησιν … …νον ἄνευ ἐνοικίου ἐν οἴκωι ἑνὶ ἐπιπέδωι τῆς προκιμένης οἰκίας· ἐπάναγκον δὲ τὸν Ἀπολλώνιον δώσειν με… … ἐν ἡμέραις τριάκοντα τ…μεν Ἰσαροῦτι εἰς προῖκα ἀργυρίου δραχμὰς διακοσίας τεσσαράκοντα καὶ τῇ Ἐσερσύθει ὁμοῖως εἰς προῖκα ἀργυρίου δραχμὰς διακοσίας ἐκ τῶν κοινῶν ἀνυπερθέτως καὶ ἑκάστῃ αὐτῶν …ελεῖν …ειαν τὸν δὲ αὐτὸν Ἀπολλώνιον … …η…σειν τὰ τῆς Ταυσίριος … ἐφʼ ὃν δὲ χρόνον περίεστιν ὁ Σωτήριχος …α τῶν ἑαυτοῦ … πωλεῖν ὑποτίθεσθαι μεταδιατίθεσθαι οἰκονομεῖν περὶ αὐτῶν τρόπωι ὧι ἐὰν αἱρῆται … …νοσω…ε…βωντω…

---

Documentary Papyri, P.Ups.Frid. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.ups.frid.
