# P.Ups.Frid 5

Documentary Papyri, P.Ups.Frid, P.Ups.Frid 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-ups-frid/5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-ups-frid/5

Αὐρήλιος Ἀπίων ὁ καὶ Πτολλίων κοσμητὴς βουλευτὴς τῆς Ὀξυρυγχειτῶν πόλεως Αὐρηλίῳ Ἱέρακι τῷ καὶ … καὶ ὡς χρηματίζεις χαίρειν. ὁμολογῶ καὶ νῦν ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου σου τιμὴν πλήρη πυροῦ ἐν θέματι γενήματος τοῦ ἐνεστῶτος α ἔτους ἀρταβῶν ἑξακοσίων γίνονται πυροῦ ἀρτάβαι χ· ὅνπερ πυρὸν ἐπάναγκες μετρήσειν ἐφʼ ὧν ἐὰν αἱρῇ ὀνομάτων διὰ θέρους τοῦ αὐτοῦ ἐνεστῶτος ἔτους εἰς δημόσιον θησαυρόν, καὶ θέμα καθαρὸν ἀπὸ πάντων ἀναδώσειν σοι ὑπὸ τὴν πρώτην μέτρησιν ἀνυπερθέτως· εἰ δὲ μή, ἐκτίσειν σοι τὴν ἐπὶ τοῦ τότε καιροῦ τοῦ ἐν θέματι πυροῦ τιμὴν διπλῆν, γινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων, κυρίας οὔσης ἧς ἔχεις ἑτέρας μου συναλλαγῆς ἄλλων πυροῦ ἀρταβῶν πεντακοσίων ἐφʼ οἷς περιέχει πᾶσι. κύριον καὶ τόδε τὸ χειρόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι. ἐπερωτηθεὶς δὲ ὑπὸ σοῦ ὡμολόγησα. ἔτους α Αὐτοκρατόρων Καισάρων Τίτου Φουλουίου Ἰουνίου Μακριανοῦ καὶ Τίτου Φουλουίου Ἰουνίου Κυιήτου Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Τῦβι κϛ Αὐρήλιος Ἀπίων ὁ καὶ Πτολλίων ἔσχον καὶ νῦν τὴν τιμὴν πλήρη τῶν τοῦ πυροῦ ἀρταβῶν ἑξακοσίων καὶ μετρήσω εἰς τὸ δημόσιον ὡς πρόκειται κυρίας οὔσης τῆς προτέρας συναλλαγῆς καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἀπίων ὁ καὶ Πτολλίων κοσμητὴς βουλευτὴς τῆς Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίῳ Ἱέρακι τῷ καὶ … καὶ ὡς χρηματίζεις χαίρειν. ὁμολογῶ καὶ νῦν ἐσχηκέναι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου σου τιμὴν πλήρη πυροῦ ἐν θέματι γενήματος τοῦ ἐνεστῶτος α ἔτους ἀρταβῶν ἑξακοσίων γίνονται πυροῦ ἀρτάβαι χ· ὅνπερ πυρὸν ἐπάναγκες μετρήσειν ἐφʼ ὧν ἐὰν αἱρῇ ὀνομάτων διὰ θέρους τοῦ αὐτοῦ ἐνεστῶτος ἔτους εἰς δημόσιον θησαυρόν, καὶ θέμα καθαρὸν ἀπὸ πάντων ἀναδώσειν σοι ὑπὸ τὴν πρώτην μετρήσειν ἀνυπερθέτως· εἰ δὲ μή, ἐκτίσειν σοι τὴν ἐπὶ τοῦ τότε καιροῦ τοῦ ἐν θέματι πυροῦ τιμὴν διπλῆν, γινομένης σοι τῆς πράξεως παρά τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων κυρίας οὔσης ἧς ἔχεις ἑτέρας μου συναλλαγῆς ἄλλων πυροῦ ἀρταβῶν πεντακοσίων ἐφʼ οἷς περιέχει πᾶσι. κύριον καὶ τόδε τὸ χειρόγραφον δισσὸν γραφὲν πανταχῇ ἐπιφερόμενον καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι. ἐπερωτηθεὶς δὲ ὑπὸ σοῦ ὡμολόγησα. ἔτους α Αὐτοκρατόρων Καισάρων Τίτου Φουλουίου Ἰουνίου Μακριανοῦ καὶ Τίτου Φουλουίου Ἰουνίου Κυιήτου Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Τῦβι κϛ. Αὐρήλιος Ἀπίων ὁ καὶ Πτολλίων ἔσχον καὶ νῦν τὴν τιμὴν πλήρη … χ πυροῦ ἀρταβῶν ἑξακοσίων καὶ μετρήσω εἰς τὸ δημόσιον ὡς πρόκειται κυρίας οὔσης τῆς προτέρας συναλλαγῆς καὶ ἐπερωτηθεὶς ὡμολόγησα. χειρόγραφον Πτολλίων πυροῦ ἀρταβῶν χ

---

Documentary Papyri, P.Ups.Frid. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.ups.frid.
