# P.Vars. 10col1

Documentary Papyri, P.Vars., P.Vars. 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-vars/10col1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-vars/10col1

ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ἁδριανοῦ θ διὰ γραφείου το…λιδος Δρυ… ἐν Τεβτύνει τοῦ Ἀρσινοείτου νομοῦ. ἐδάνεισε Λαμπροτύχη ἀπελευθέρα Ἡρακλοῦτος τῆς καὶ Θερμουθαρίου Διδύμου μετὰ κυρίου τοῦ τῆς ἀπελευθερωσάσης … συνγενοῦς Ἡρακλείδου Ἡρακλείδου Πρωτοῦτι Ἡρακλᾶ τοῦ Ἡρώδου τοῦ … επτα … μετὰ κυρίου καὶ ἐγγύου εἰς ἔκτισιν τοῦ συνγενοῦς Εὐτυχοῦ Πτολεμαίου τοῦ Πτολεμαίου … Πέρσου τῆς ἐπιγονῆς ὡς ἐτῶν πεντήκοντα ὀκτὼ κατὰ τὸ δημόσιον γραφεῖον ἀργυρίου κεφαλαίου δραχμὰς χιλίας τριακοσίας ἑξήκοντα , ἃς καὶ εἴληφεν ἡ δεδανεισμένη παρὰ τῆς δεδανεικυίας παραχρῆμα διὰ τῆς Αἰλίου Εὐπόρου τραπέζης πρὸς τῷ Γυμνασίῳ εἰς μῆνας ἐννέα ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Ἁδριανοῦ τόκου δραχμιαίου τῇ μνᾷ τὸν μῆνα ἕκαστον. τὰς δεδανεισμένας ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Ἁδριανοῦ δραχμὰς χιλίας τριακοσίας ἑξήκοντα καὶ τοὺς τόκους … δραχμιαίους ἀποδότω ἐν μηνὶ Μεσορὴ τοῦ ἐνεστῶτος ἐννεακαιδεκάτου ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου ἀνυπερθέτως, γενομένης τῇ Λαμπροτύχῃ τῆς πράξεως ἐκ τῶν τῆς Πρωτοῦτος ἔκ τε πάντων προγεγραμμένων ἢ ἐξ οὗ ἐὰν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ πάντων καθάπερ ἐκ δίκης. ἀλλ…ης πεποίηται ἡ πρ… …ῆς πρὸς τὸ προκείμενον κεφάλαιον καὶ τόκους εκουσι… ὑπαλλαγῆς περὶ τὴν π… κώμην Τεβτῦνιν κλήρου κατοικικοῦ ἀρουρῶν δύο καὶ μαχιμικοῦ ἀρούρης μιᾶς τῶν ἐπὶ τὸ αὐτὸ ἀρουρῶν τριῶν , μὴ ἐλαττουμένης αὐτῆς ὑπὲρ ὧν ἄλλων ὀφείλει αὐτῇ … καθ ἕτερον δάνειον ἀργυρίου κεφαλαίου δραχμῶν ἐνακοσίων καὶ τῶν ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Ἁδριανοῦ τόκων. τὸ δάνειον κύριον ἔστω. Πρωτοῦς Ἡρακλᾶ τοῦ Ἡρώδου μετὰ κυρίου καὶ ἐνγύου εἰς ἔκτισιν τοῦ συνγενοῦς Εὐτύχου Πτολεμαίου τοῦ Πτολεμαίου δεδάνεισμαι παρὰ τῆς Λαμπροτύχης διὰ τοῦ Αἰλίου Εὐπόρου τραπέζης τὰς τοῦ ἀργυρίου δραχμὰς χιλίας τριακοσίας ἑξήκοντα ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Ἁδριανοῦ τόκου δραχμιαίου τῇ μνᾷ τὸν μῆνα ἕκαστον καὶ ἀποδώσω τὸ κεφάλαιον καὶ τοὺς τόκους ἐν μηνὶ Μεσορὴ τοῦ ἐνεστῶτος ἔτους ἐννεακαιδεκάτου, μὴ ἐλαττουμένης αὐτῆς ὑπὲρ ὧν ὀφείλει αὐτῇ καθʼ ἕτερον δάνειον κεφαλαίου δραχμῶν ἐνακοσίων καὶ τῶν ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς τόκων μενούσης κυρίας τῆς ὑπαλλαγῆς καθὼς πρόκιται. Μένχος ἔγραψα καὶ ὑπὲρ αὐτῆς Πρωτοῦτος ἀγραμμάτου. Λαμπροτύχη ἀπελευθέρα Ἡρακλοῦτος τῆς καὶ Θερμουθαρίου Διδύμου μετὰ κυρίου τοῦ τῆς ἀπελευθερωσάσης … Ἡρακλείδου Ἡρακλείδου ἐδάνεισα καθὼς πρόκιται. Ἡρακλείδης ἔγραψα καὶ ὑπὲρ αὐτῆς ἀγραμμάτου. αὐτῆς ἀγραμμάτου. διαγραφὴ ἄκυρος

---

Documentary Papyri, P.Vars.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.vars.
