# P.Vat.Aphrod. 5

Documentary Papyri, P.Vat.Aphrod., P.Vat.Aphrod. 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-vat-aphrod/5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-vat-aphrod/5

… …ς ονο … προκειμέν … διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας ἤτοι πράσεως ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ βουλήσει καὶ ἀμετανοήτῳ καὶ ἀμεταβλήτῳ καὶ ἀμετατρέπτῳ λογισμῷ καθαρωτάτῃ προθέσει καὶ καθαρᾷ συνειδήσει καὶ ἀδόλῳ σκοπῷ … πρὸς τὸ ἐντεῦθέν σε τὸν αὐτὸν… συντελεστὴν κρατεῖν καὶ κυριεύειν … … ἀπὸ ἐδάφους ἄχρι ἀέρος … … διοικεῖν καὶ οἰκονομεῖν καὶ οἰκοδομεῖν … … καὶ χρήσασθαι … …ἀκολούθως καὶ … ἢ συγκληρονόμων ἢ τῶν ἐκ γένους ἡμῖν ἀνηκόντων ἢ ἀγχιστευόντων καὶ τὸν ἐπελευσόμενον εἰς σὲ τοῦ λοιποῦ περὶ τούτου ἡμεῖς αὐτὸν ἀποτρέψομεν ἀπὸ σοῦ ἰδίοις ἡμῶν ἀναλώμασι καὶ δαπανήμασι καὶ βεβαιώσομέν σοι πάσῃ βεβαιώσει ἀπὸ παντὸς καὶ διὰ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιηθησομένου παντὶ καιρῷ ἐπάναγκες. εἰ δὲ καὶ ἧττον φροντίζομεν τῆς βεβαιώσεως τριπλασίως τὸ τίμημα ἀποδώσομεν μετὰ καὶ τοῦ διαφέροντος καὶ ἀναλώματος πρὸς τὸ βεβαίαν εἶναι καὶ ἰσχυρὰν ταύτην τὴν πᾶσιν πανταχοῦ προφερομένην ἥνπερ ἁπλῆν γραφὴν ἑκόντες καὶ πεπεισμένοι ἐθέμεθά σοι ἄνευ βίας καὶ ἀνάγκης καὶ ἀπάτης καὶ πλάνης πάσης καὶ φόβου καὶ δόλου τινὸς ἐν δημοσίῳ ἀρχείῳ καὶ κατὰ νόμους τετελειωμένην μεθʼ ὑπογραφῆς Αὐρηλίου … τοῦ Θακλοῦς ὑπογράφοντος καὶ τῶν ἑξῆς συνηθῶν κατὰ παράκλησιν ἡμῶν μαρτυρησάντων μαρτύρων ἀξιοπίστων καὶ ἐξεδόμεθά σοι πρὸς ἀσφάλειαν εἰς πάντα τὰ ἐγγεγραμμένα καὶ εἰς τὴν βεβαίωσιν καὶ καθαροποίησιν ταύτης τῆς ἐγγράφου πράσεως ὑποκειμένων σοι εἰς τοῦτο πάντων ἡμῶν τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων πραγμάτων κινητῶν τε καὶ ἀκινήτων καὶ αὐτοκινήτων γενικῶς καὶ ἰδικῶς ἐν παντὶ εἴδει καὶ γένει ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης καὶ πρὸς πάντα τὰ ἐγγεγραμμένα ἐπερωτηθέντες ταῦθʼ οὕτως ἔχειν δώσειν ποιεῖν φυλάττειν ὡμολογήσαμεν Αὐρηλία … τοῦ … μετὰ κυρίου … προκειμένου ἐθέμην ταύτην τὴν πρᾶσιν καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα καὶ βεβαιώσω σοι καθάπερ ἐκ δίκης πάσῃ βεβαιώσει ἀπὸ παντὸς καὶ διὰ παντός. Αὐρήλιος Παῦλος Πτολλ… καὶ Θακλοῦς ἐθέμην ταύτην τὴν πρᾶσιν καὶ ἀπέσχον τὴν προκειμένην τελείαν τιμὴν … καὶ στοιχεῖ ἡμῖν … κα… Αὐρηλία … … ἐθέμην ταύτην τὴν πρᾶσιν … … στοιχεῖ μοι … τὰ ἐγγεγραμμένα καὶ ὤμοσα τὸν θεῖον ὅρκον ὡς πρόκειται. Αὐρήλιος Τριάδελφος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας Δαυεὶδ Ἰωάννου σὺν θεῷ διάκονος μαρτυρῶ τε πράσει ἀκούσας παρὰ τῶν θεμένων Αὐρήλιος …της Κωσταντίνου μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῶν θεμένων Αὐρήλιος Κωμάσιος … μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῶν θεμένων Ἰωσῆφις Ψω… μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῶν θεμένων Μαθίας Ὡρ… μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῶν θεμένων … ὡς μοι Κωμασίου Αληπη Ανιχιος τῆς πρισπι… κ…τεθ…αι ταύτῃ τῇ πράσει ὡς πρόκειται… διʼ ἐμοῦ Φιλοθέου σὺν θεῷ ταβελλίωνος ἐγράφη … …χιστον ου…..ι…ερ… ἔχω ὁλόκληρον μικρὸν … …ε…ε…τον … λε… η πρὸ τῶν τοῦ… …κ… …υμην μετὰ παντὸς ἀπτώτου δικαίου … …εν…εκατοι…

---

Documentary Papyri, P.Vat.Aphrod.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.vat.aphrod.
