# P.Vind.Sal. 5

Documentary Papyri, P.Vind.Sal., P.Vind.Sal. 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-vind-sal/5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-vind-sal/5

ἔτους δευτέρου καὶ τριακοστοῦ Αὐτοκράτορος Καίσαρος Λουκίου Αἰλίου Αὐρηλίου Κομμόδου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Βρεταννικοῦ, μηνὸς Ἀρτεμισίου Φαμενὼθ κζ, ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογοῦσι Φιλουμένη θυγάτηρ Μάρωνος τοῦ Σαραπίωνος ἀγορανομήσαντος ἀπὸ τῆς Ἀρσινοειτῶν πόλεως, ἀπὸ ἀμφόδου Διονυσίου Τόπων, ὡς ἐτῶν δέκα ἐννέα , ἄσημος καὶ Ἀφροδείσιος Διδύμου ἀπὸ τοῦ αὐτοῦ ἀμφόδου, ὡς ἐτῶν τριάκοντα ἕξ , ἄσημος, ἐπίτροπος ἀπὸ διαθήκης τοῦ προκειμένου Μάρωνος τῶν Φιλουμένης ὁμοπατρίων καὶ ὁμομητρίων ἀδελφῶν Μάρωνος τοῦ καὶ Ἀπίωνος καὶ Σαράπιδος …ι…, Φιλουμένη μετὰ κυρίου τοῦ ἀνδρὸς Ἀμμωνιανοῦ υἱοῦ Σαράπιδος Σαράπιδος ἀπὸ τῆς Ἀρσινοειτῶν πόλεως, ὡς ἐτῶν τριάκοντα , ἄσημος καὶ Ἡρωνεῖνος Σαραπίωνος τοῦ …κολάου σιτομετροσακκοφόρος ἀπὸ ἀμφόδου Ἀπολλωνίου Ἱερακείου, ὡς ἐτῶν εἴκοσι ὀκτώ , οὐλὴ μετώπῳ ἐπεὶ, ὡς προήνεγκον, ἐμίσθωσεν Ἀφροδείσιος ἔτι ἀπὸ πέμπτου καὶ εἰκοστοῦ ἔτους τῷ Ἡρωνείνῳ ἓξ …η… σ…ας τῶν προκειμένων παρηλίκων καὶ τῆς Φιλουμένης καὶ αὐτῆς τότε ἐπιτροπευομένης, περὶ τὴν Ἡρακλείδου μερίδα μετὰ σιτρομετρικῶν χρηστηρίων εἰς ἔτη δύο ἀκολούθως τῇ μισθ ώσει περί τε φόρων καὶ ἄλλων, ἀντιποιησαμένου δὲ τοῦ Ἡρωνείνου ἐπὶ τὸν δηλούμενον χρόνον καὶ ἔτι πλείονος ὑπερπεσόντος, ἐτελείωσαν διὰ τῆς ἀρχιδικαστικῆς ἀρχῆς, ὁ μὲν Ἀφροδείσιος διαστολικὸν ὑπόμνημα, φάσκων τὸν Ἡρωνεῖνον, πλείονα χρόνον ἀντειλῆμφθαι, ὁ δὲ Ἡρωνεῖνος καὶ αὐτὸς ἐτελείωσε ἀντιρρήσεως ὑπόμνημα, καὶ αὐτὸς προφερόμενος πλέον τοῦ διετοῦς χρόνου μὴ ἀντειλῆμφθαι μηδὲ ἐνέχεσθαι πλείοσι φόροις, μόνας δὲ λοιπογραφεῖσθαι εἰς τὸν διετῆ χρόνον πυροῦ ἀρτάβας δέκα καὶ περὶ τούτων τὰς μεταδόσεις ποιησαμένων ἀλλήλοις διὰ τοῦ τῆς Ἡρακλείδου μερίδος βασιλικοῦ γραμματέως Ἁρποκρατίωνος τοῦ καὶ Ἱέρακος, βασιλικοῦ γραμματέως διαδεχομένου τὴν στρατηγίαν, τῷ ἐνεστῶτι μηνὶ Φαμενώθ, τὰ νῦν κατὰ τὴνδε τὴν ὁμολογίαν ἀπειληφέναι τὴν Φιλουμένην καὶ τὸν Ἀφροδείσιον εἰς τὸν τῶν ἐπιτροπευομένων λόγον τὰς κατὰ τὴν λοιπογραφίαν πυροῦ ἀρτάβας δέκα , ὑπὲρ δὲ τοῦ μηδὲ πλέον διαστολικοῖς καὶ ἀντιρρήσεσι ἐνέλκεσθαι συνπεφωνηκέναι πρὸς ἀλλήλους ὥστε λαβεῖν παρὰ τοῦ Ἡρωνείνου ἄλλας πυροῦ ἀρτάβας τεσσεράκοντα , ἃς πυροῦ ἀρτάβας ἀπειληφέναι ὁμοίως τὴν τε Φιλουμένην καὶ τὸν Ἀφροδείσιον εἰς τὸν τῶν παρηλίκων λόγον παρὰ τοῦ Ἡρωνείνου, ἕκαστον κατὰ τὸ τρίτον μέρος καὶ μηδένα ἔτι λόγον ὑπολείπεσθαι τῇ τε Φιλουμένῃ καὶ τοῖς ἀδελφοῖς μηδὲ … αὐτῶν, μηδὲ τοῖς παρʼ αὐτῶν ἐπὶ τὸν Ἡρωνεῖνον μηδʼ ἐπὶ τοὺς παρʼ αὐτοῦ, μήτε περὶ φόρων μήτε περὶ μισθώσεως μήτε περὶ ἄλλου μηδενὸς ἁπλῶς πράγματος μηδὲ ὀφειλήματος μηδὲ παντὸς τῷ καθόλου συναλλάγματος τρόπῳ μηδενί, τοὺς δὲ προκειμένους τοῦ τε διαστολικοῦ καὶ ἀντιρρήσεως χρηματισμοὺς ἀκύρους εἶναι κατὰ πάντα τρόπον, παρέξειν δὲ Ἀφροδίσιον τοὺς παρήλικας ἐν ἡλικίᾳ γενομένους, ἐνμένοντας πᾶσι τοῖς εἰρημένοις. δεδομένου τοῦ ὑπὲρ ἐπιστάλματος ὡρισμένου.

---

Documentary Papyri, P.Vind.Sal.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.vind.sal.
