# P.Vind.Sijp. 1

Documentary Papyri, P.Vind.Sijp., P.Vind.Sijp. 1 col. 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-vind-sijp/1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-vind-sijp/1

Αὐρηλίῳ Ἀδελφίῳ ἐπείκτῃ ἄνθρακος Ἑρμουπολίτου νομοῦ παρὰ Αὐρηλίου Βησᾶ καὶ Μώρου τοῦ μου ἀδελφοῦ ναυκλήρων κυβερνητῶν πλοίου ἰδιωτικοῦ φικοπηδάλου ἀγωγῆς ἀρταβῶν τριακοσίων ἀπὸ Πανὸς πόλεως. ὁμολογοῦμεν ὀμνύντες τὴν θείαν καὶ οὐράνιον τύχην τῶν τὰ πάντα νικώντων δεσποτῶν ἡμῶν βασιλέων παρειληφέναι καὶ ἐμβεβλῆσθαι εἰς τὸ ἐφʼ ἡμῶν πλοῖον ὑπὲρ τῆς παρελθούσης εὐτυχοῦς ἑνδεκάτης ἰνδικτίωνος ἄνθρακος καθαροῦ κεκοσκινευμένου ἐκτὸς πάσης αἰτίας κεντηνάρια ρν καὶ τὰς τούτων δεκάτας ἤτοι ἑκατοστάς, ἅπερ κατοίσομεν ἐπὶ τὴν λαμπροτάτην Ἀλεξάνδριαν καὶ παραδώσομεν, οἷς ἐὰν κελεύσῃς ὑπὸ Εὐδαίμονος ἑκατοντάρχου τοῦ ἐπιτρόπου τῆς τάξεως τῆς πριουάτης καὶ τῆς τούτων παραδόσεως γενομένης ἐποίσομεν ἄποχα γράμματα καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. οὕτω· ἑκψιάθιον ἓν κεντηνάριον γίνεται α. ὑπατείας Οὔρσου καὶ Πολεμίου τῶν λαμπροτάτων Χοιὰκ κη Αὐρήλιος Βησᾶς… καὶ Μῶρος ἀδελφὸς οἱ προκείμενοι … ἴδιον ἐμὸν πλοῖον ἄνθρακος καθαροῦ Αὐρηλίῳ Ἀδελφίῳ ἐπείκτῃ ἄνθρακος Ἑρμοπολείτου νομοῦ παρὰ Αὐρηλίου Ἀνουβίωνος ναυκλήρου κυβερνήτου πλοίου ἰδιωτικοῦ φικοπηδάλου ἀγωγῆς ἀρταβῶν τετρακοσίων ἀπὸ Μούχεως νομοῦ Λυκωπολίτου χαίρειν. ὁμολογῶ ὀμνὺς τὴν θείαν καὶ οὐράνιον τύχην τῶν τὰ πάντα νικώντων δεσποτῶν ἡμῶν βασιλέων παρειληφέναι καὶ ἐνβεβλῆσθαι εἰς τὸ ἐφʼ ἡμῶν πλοῖον ὑπὲρ τῆς παρελθούσης εὐτυχοῦς ἑνδεκάτης ἰνδικτίωνος ἄνθρακος καθαροῦ καὶ κεκοσκινευμένου ἐκτὸς πάσης αἰτίας κεντηνάρια διακόσια γίνεται κεντηνάρια σ καὶ τὰς τούτων δεκάτας ἤτοι ἑκατοστάς, ἅπερ κατοίσω ἐπὶ τὴν λαμπροτάτην Ἀλεξάνδριαν καὶ παραδώσω οἷς ἐὰν κελεύσῃς αὐτοῦ ὑπὸ Εὐδαίμονος ἑκατοντάρχου τῆς τάξεως ἐπιτρόπου τὴς πριουάτης καὶ τὰς τούτων παραδόσεως γενομένης ἐποίσω ἄποχα γράμματα καὶ ἐπερωτηθεὶς ὡμολόγησα οὕτω· ἑκψιάθιον ἕν κεντηνάριον γίνεται α. ὑπατείας Οὔρσου καὶ Πολεμίου τῶν λαμπροτάτων Χοιὰκ κη. Αὐρήλιος Ἀνουβίων ὁ προκείμενος ἐνεβαλόμην εἰς τὸ προκείμενον ἴδιον ἐμὸν πλοῖον ἄνθρακος καθαροῦ κεκοσκινευμένου κεντηνάρια σ καὶ τὰς τούτων δεκάτας ἤτοι ἑκατοστὰς καὶ παραδώσω ὡς πρόκειται. ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος Αὐρήλιος Παγένης ἰατρός. ἀποχὴν ἄνθρακος.

---

Documentary Papyri, P.Vind.Sijp.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.vind.sijp.
