# P.Vind.Sijp. 12

Documentary Papyri, P.Vind.Sijp., P.Vind.Sijp. 12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-vind-sijp/12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-vind-sijp/12

ἔτους εἰκοστοῦ καὶ τετάρτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Παχὼν ζ ἐν Πτολεμαΐδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Δίδυμος Διδύμου τοῦ Σουάει μητρὸς τοικ… ἀναγραφόμενος ἐπʼ ἀμφόδου Ἑρμουθιακῆς ὡς ἐτῶν δ… οὐλὴ ἀντικνημίῳ ἀριστερῷ Ἀπίᾳ Ζωίλου … μετὰ κυρίου τοῦ ἀνδρὸς Ὥρου … ης τοῦ Ὥρου ἀσήμου ὡς ἐτῶν … τὸν ὁμολογοῦντα Δίδυμον ἔχειν παρʼ αὐτῆς ἀργυρίου δραχμὰς ἑκατὸν … εἰς μῆνας τρεῖς ἀπὸ τοῦ ἐνεστῶτος Παχὼν μηνὸς τόκου δραχμῆς ἑκάστης μνᾶς τὸν μῆνα ἕκαστον καὶ τὸν ὁμολογοῦντα ἀποδώσειν τάς τε τοῦ παντὸς ἀργυρίου κεφαλαίου δραχμὰς ἑκατὸν καὶ τοὺς συναχθησομένους τόκους ἐν μηνὶ Μεσορὴ τοῦ ἐνεστῶτος ἔτους ἀνυπερθέτως γινομένης τῇ αὐτῇ τῆς πράξεως ἔκ τε τοῦ Διδύμου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. Δίδυμος Διδύμου τοῦ Σουάει ὁμολογῶ ἔχειν τὰς τοῦ κεφαλαίου δραχμὰς ἑκατόν, ἅσπερ καὶ ἀποδώσω σὺν τοῖς τόκοις μηνὶ Μεσορὴ ὡς πρόκειται. Ἀπολλώνιος Ἥρωνος … ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. …ι Παχών … … πρὸς Ἀπίαν … ὡς πρόκειται

---

Documentary Papyri, P.Vind.Sijp.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.vind.sijp.
