# P.Vind.Sijp. 27

Documentary Papyri, P.Vind.Sijp., P.Vind.Sijp. 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-vind-sijp/27
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-vind-sijp/27

κυρίῳ μου ἀδελφῷ Εὐσεβίῳ Ἑρμείας χαίρειν. ἀπέστειλα πρός σε ονπ…ρεδωκας μοι φρουρὸν μόνον. ἀνελθὼν γὰρ ἐπὶ τὴν πενααποτουχων ἐν τῷ …σωοι εὗρον Ἰσιδωριανὸν ἐκεῖ μετὰ τῶν φρουρῶν σου. οἶδας, κἂν μὴ γράψω, ὅτι οὐ δύναται τὰ πράγματα ἀνυσθῆναι ὑπʼ ἐμοῦ ἄλλου ὄντος ἐν τῷ πάτῳ καὶ ταῦτα ἐρήμου ὄντος τῶν φρουρῶν σου ἐπιστολὰς δύο γράφοντός μοι ὡς ἐπὶ δημοσίῳ. μὴ νομίσῃς οὖν ὅτι κατὰ Ἰσιδωριανόν εἰμι γράφων. μοὶ οὕτως αὐτῷ μὲν δύο φρουροὺς ὧν ἔνδοξον δοὺς καὶ συνέθου μοι τὸ κτῆνός σου διδόναι μοι πρὸς τὴν χρῆσιν ἕως ἂν ὠνήσω ἅπαντα καὶ τοῦτον ἦρκας γράφω σοι οὖν, ἄδελφε, δηλῶν σοι ἵνα μὴ πρόσχῃς καὶ ἀμέριμνος γένῃ παρά σοι ὡς ἐμοῦ ὄντος ἐν τῷ πάτῳ, οὐ δύναμαι γάρ μεῖναι μετά τινος ἄλλου. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις κύριέ μου ἄδελφε.

---

Documentary Papyri, P.Vind.Sijp.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.vind.sijp.
