# P.Vind.Tand. 10

Documentary Papyri, P.Vind.Tand., P.Vind.Tand. 10 Ro. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-vind-tand/10
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-vind-tand/10

… Ατειρεως καὶ Σαροσ… τῶν ἀπὸ κώμης Ατ… οὐσιῶν τῶν τοῦ κυρίου … …υ Αὐτοκράτορος … ὀμνύομεν θεὸν Τιβέριον Κλαύδιον Καίσαρα Αὐτοκράτορα εἰ μὴν … τοῦ κυρίου Τιβερίου Κλαυδίου Καίσαρος Αὐτοκράτορος πρότερον Ἀντωνίας Σεβαστῆς … πρότερον Γαίου Ἰουλίου … τῆς κώμης γεωργῶν … τ…ς Τιβερίου Κλαυδίου Καίσαρος Αὐτοκράτορος καὶ σὺν τῇ … μοι εὐ εἴηι, ἐφιορκοῦσι δὲ τὰ ἐνάντια. … ἔγραψα ὑπὲρ αὐτῶν ἀξιωθεὶς διὰ τὸ φάσκειν μὴ εἰδέναι γράμματα. … …τον χ…σοαφ…ν… ἔγραψα ὁ καὶ Πτολλίων Ἱερα… Ἀρόμβας κεχρημάτικα. ἔτους πεντεκαιδεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος … Ἀρόμβας κεχρημάτικα. ἔτους πεντεκαιδεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Φαῶφι … Μνάσων νεώτερος Ἀπολλωνίου καὶ Ἑρμίας Ἡρακλείδου οἱ δύο τῶν ἀπὸ κώμης Κερκύτου Γαίωι Ἰουλίωι Ιο… ἱερεῖ καὶ γυμνασιάρχωι Ἀλεξανδρείας καὶ μισθωτῆι οὐσιῶν. ὀμνύομεν Τιβέριον Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα εἰ μὴν καθεστάσθαι προστάτας γεωργῶν τὸν μὲν Μνάσωνα οὐσίας τῆς θεᾶς καὶ κυρίας Ἀγριππίνης Σεβαστῆς καὶ τὸν Ἑρμίαν οὐσίας τοῦ θεοῦ καὶ κυρίου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος πρότερον Ἀντωνίας Σεβαστῆς καὶ Ἰουλίας Σεβαστῆς ἕκαστον προστατήσειν τῶν γεωργῶν καὶ προνοήσειν ὅπως μηδὲν ἀμεληθῇ τῶν οὐσιῶν καὶ πάντα ἐκ πλήρους εὖ τάξειν. ἐὰν δέ τις ἔκδεια γένηται ἔν τινι οὐσίᾳ τῶν προκειμένων, ἔσται πρὸς τὸν προστατοῦντα τῆς οὐσίας. εὐορκοῦσι μὲν ἡμῖν εὖ εἴηι, ἐφιορκοῦσι δὲ τὰ ἐνάντια. Δίδυμος Πο…τίου γέγραφα ὑπὲρ αὐτῶν διὰ τὸ βραδύτερα αὐτοὺς γράφειν. Μνάσων νεώτερος Ἀπολλωνίου ὀμώμοκα καθὼς πρόκειται. Ἑρμίας Ἡρακλείδου ὀμώμοκα καθὼς πρόκειται. … … ἀπὸ κώμης Ατ… προστατ… Ατειρεως … Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος πρότερον … Γαίωι Ἰουλίωι … Τιβέριον Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα εἰ μὴν το… γεωργῶν … σομενο… τοῦ διεληλυθότος … καιδεκάτου ἔτους Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος … …γέγραφα ὑπὲρ αὐτοῦ φάσκοντος μὴ εἰδέναι γράμματα. τοθηνο… βεβλη… Ἀρόμβας κεχρημάτικα. ἔτους … καιδεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος …

---

Documentary Papyri, P.Vind.Tand.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.vind.tand.
