# P.Vind.Tand. 23

Documentary Papyri, P.Vind.Tand., P.Vind.Tand. 23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-vind-tand/23
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-vind-tand/23

… τόκου δραχμιαίου τῆς μνᾶς ἑκάστης κατὰ μῆνα ἕκαστον ὁμοίως καὶ λαχανοσπέρμου ἀρτάβας …, ἃς καὶ ἀποδώσω σοι μηνὶ Ἐπεὶφ τοῦ ἐνεστῶτος πέμπτου ἔτους Σεουήρου Ἀλεξάνδρου τοῦ κυρίου τῆς πράξεώς σοι γεινομένης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μου παντοίων πάντων πράσσοντι καθάπερ ἐκ δίκης. τὸ χειρόγραφον τοῦτο δισσὸν γραφὲν ὑπʼ ἐμοῦ τοῦ Ἀμμωνίου κύριον ἔστω πανταχῇ ἐπιφερόμενον ὡς ἐν δημοσίῳ κατακεχωρισμένον. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γεγενῆσθαι ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθὺρ κβ. Αὐρήλιος Ἀμμώνιος ὁ προγεγραμμένος δεδάνεισμαι τὰς τοῦ ἀργυρίου δραχμὰς τετρακοσίας καὶ λαχανοσπέρμου ἀρτάβας … καὶ ἀποδώσω ὡς πρόκειται μένοντός σοι τοῦ λόγου περὶ ὧν ἄλλων σοι ὀφείλω δραχμῶν τριακοσίων κατὰ δισσὸν ὁμοίως χειρόγραφον. … … ὁμολογῶ δεδανεῖσθαι παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Σεβαστοῦ νομίσματος … δραχμὰς τετρακοσίας τόκου δραχμιαίου τῆς μνᾶς ἑκάστης κατὰ μῆνα ἕκαστον ὁμοίως καὶ λαχανοσπέρμου ἀρτάβας …, ἃς καὶ ἀποδώσω σοι μηνὶ Ἐπεὶφ τοῦ ἐνεστῶτος πέμπτου ἔτους Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου τοῦ κυρίου τῆς πράξεώς σοι γεινομένης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μου παντοίων πάντων πράσσοντι καθάπερ ἐκ δίκης. τὸ χειρόγραφον τοῦτο δισσὸν γραφὲν ὑπʼ ἐμοῦ τοῦ Ἀμμωνίου κύριον ἔστω πανταχῇ ἐπιφερόμενον ὡς ἐν δημοσίῳ κατακεχωρισμένον. περὶ δὲ τοῦ ταῦτα ὀρθῶς καὶ καλῶς γεγενῆσθαι ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθὺρ κβ. Αὐρήλιος Ἀμμώνιος ὁ προγεγραμμένος δεδάνεισμαι τὰς τοῦ ἀργυρίου δραχμὰς τετρακοσίας καὶ λαχανοσπέρμου ἀρτάβας … καὶ ἀποδώσω ὡς πρόκειται μένοντός σοι τοῦ λόγου περὶ ὧν ἄλλων σοι ὀφείλω δραχμῶν τριακοσίων κατὰ δισσὸν ὁμοίως χειρόγραφον.

---

Documentary Papyri, P.Vind.Tand.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.vind.tand.
