# P.Vind.Tand. 26.1-18

Documentary Papyri, P.Vind.Tand., 26.1 to 26.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-vind-tand/26.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-vind-tand/26.1

ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ἁδριανοῦ … ἐν κώμῃ Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Θασῆς Πανεφρέμμεως πρεσβυτέρου Σοχώτου ὡς ἐτῶν … οὐλὴ … ἀπὸ τῆς αὐτῆς κώμης μετὰ κυρίου τοῦ ὁμοπατρίου καὶ ὁμομητρίου αὐτῆς ἀδελφοῦ Σοχώτου ὡς ἐτῶν μϛ οὐλὴ μετώπῳ … Ταουῆτι Στοτοήτεως τοῦ Στοτοήτεως ὡς ἐτῶν κε οὐλὴ μετώπῳ μέσῳ μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Παβοῦτος Τεσενούφεως τοῦ … ὡς ἐτῶν λ οὐλὴ ὀφρύι δεξιᾷ πεπρακέναι αὐτῇ τὴν ὁμολογοῦσαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον ὥστε αὐτῇ καὶ ἐγγόνοις αὐτῆς καὶ τοῖς παρʼ αὐτῆς μεταλημψομένοις εἰς μετεπιγραφὴν ἀπὸ τῆς ἐνεστώσης ἡμέρας τὸ ὑπάρχον αὐτῇ Θασῆτι ἐν κώμῃ Σοκνοπαίου Νήσου τρίτον μέρος οἰκίας καὶ αὐλῆς ὂν κοινὸν καὶ ἀδιαίρετον ὂν καὶ αὐτῆς ἀγοραστὸν παρὰ Στοτοήτεως Ἁρπαγάθου τοῦ Σαταβοῦτος, ὧν γείτονες ὅλης τῆς οἰκίας καὶ αὐλῆς καθὼς καὶ εἰς αὐτὴν πρᾶσιν περιέχει· νότου ῥύμη βασιλικὴ βορρᾶ Σαταβοῦτος καὶ Στοτοήτεως ἀμφοτέρων Σαταβοῦτος οἰκία ἀπηλιώτου Σαταβοῦτος τοῦ Ἁρπαγάθου οἰκία λιβὸς πρότερον Πανεφρέμμεως οἰκοδόμου οἰκία καὶ ἀπέχειν τὴν ὁμολογοῦσαν Θασῆν παρὰ τῆς Ταουήτεως τὴν συμπεφωνημένην τιμὴν πᾶσαν ἐκ πλήρους παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς ὀγδοήκοντα καὶ βεβαιώσειν τὴν ὁμολογοῦσαν καὶ τοὺς παρʼ αὐτῆς τῇ Ταουῆτι καὶ τοῖς παρʼ αὐτῆς τὰ κατὰ τὴν πρᾶσιν ταύτην ἀπό τε δημοσίων καὶ ἰδιωτικῶν … ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας ἀπὸ δὲ ἰδιωτικῶν καὶ πάσης ἐνποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον κυριευούσης δὲ τῆς Ταουήτεως καὶ τῶν παρʼ αὐτῆς τοῦ πεπραμένου αὐτῇ τρίτου μέρους οἰκίας καὶ αὐλῆς ὡς πρόκειται εἰσοδευούσης καὶ ἐξοδευούσης ἐπὶ ταῖς οὔσαις εἰσόδοις καὶ ἐξόδοις καὶ φωσφορίοις καὶ τείχεσι καὶ τῇ οὔσῃ διαθέσει καὶ ὧν ἄλλων ἐπεκρατήθη καὶ ἐκυριεύθη μέχρι νῦν δικαίων πάντων καὶ μηδένα ἐπιπορευόμενον μηδʼ ἐνποιούμενον μηδὲ μέρους αὐτοῦ κατὰ μηδένα τρόπον καθότι πρόκειται πρὸς δὲ τὰ προκείμενα μηδὲν τὴν ὁμολογοῦσαν μηδὲ τοὺς παρʼ αὐτῆς ἐνκαλεῖν μηδὲ ἐνκαλέσειν μηδὲ ἐπελεύσεσθαι τρόπῳ μηδενὶ ἐτὶ δὲ καὶ παρεξάσθω ἡ ὁμολογοῦσα ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνειστον καὶ ἀνεξαλλοτρίωτον καὶ καθαρὸν ἀπὸ ὀφειλῆς ὑποθήκης παντὸς διεγγυήματος δημοσίου τε καὶ ἰδιωτικοῦ. ὅ τι δʼ ἂν τῶν προκειμένων παραβῇ ἡ Θασῆς ἢ οἱ παρʼ αὐτῆς προσαποτεισάτωσαν τῇ Ταουῆτι καὶ τοῖς παρʼ αὐτῆς, ἥν τε εἴληφεν τιμὴν διπλῆν καὶ τὰ ἀναλώματα διπλᾶ …

---

Documentary Papyri, P.Vind.Tand.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.vind.tand.
