# P.Wisc. 1 31

Documentary Papyri, P.Wisc. 1, P.Wisc. 1 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-wisc-1/31
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-wisc-1/31

διὰ τὸ καὶ τῷ διεληλυθότι ἔτει οὐ τὰ συνήθη ὕδατά με ἐσχηκέναι νυνὶ δὲ μὴ μόνον αὐτὸν μὴ ἔχειν ἀλλὰ μηδὲ τὴν κώμην ἀναγκαίως ἐπέστειλά σοι, ἵνα ταῦτα δῆλα ποιήσῃς τῷ Ἀπολλωνίωι, ἵνʼ εἴδῃ ποτέ. παράσχῃ τὰ συνήθη ὕδατα πᾶσι τοῖς οὐσιακοῖς κτήμασιν ἢ γνῷ ἀνοίσοντά με τῶι κρατίστωι ἐπιτρόπωι περὶ τούτου, ἐπεὶ καὶ τῷ πρὸ τοῦ ἔτει τοῦ δρυμοῦ τούτου ἕνεκα ἐνιαυτοῦ φόρον ὑπὸ τοῦ κρατίστου ἐπιτρόπου κατεκρίθηι. ἐρρῶσθαί σε εὔχομαι. ἔτους ια Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Θὼθ λ. τοῦ ἐπιστάλματος τὸ ἀντίγραφον ἐπεστάλη Ἀπολλωνίῳ αἰγιαλοφύλακι οὕτως. Ἀπολλωνίωι τῶι αἰγιαλοφύλακι. ἐπιστάλματος Ἐπιθυμήτου βοηθοῦ Εἰρηναίου ἐπιτρόπου τοῦ κυρίου Καίσαρος πρὸς ἀξίωσιν Παμφίλου τοῦ καὶ Σωκράτους μισθωτοῦ δρυμοῦ περὶ κώμην Θεαδελφείαν μεμφομένου σε ὡς μὴ παρασχόμενον αὐτῷ τὰ συνήθη ὕδατα, περὶ ὧν φησι ἐπεσταλκέναι σοι, τὸ ἀντίγραφον ὑπέταξα, ἱνʼ, ἐπεὶ καὶ διʼ ἐμοῦ ἠθέλησεν δῆλά σοι γενέσθαι, ἃ ἐπέστειλεν, εἴδῃς καὶ προνοήσῃς τὰ συνήθη ὕδατα παρασχεθῆναι. ἔτους ια Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαῶφι γ. καὶ τῷ Ἐπιθυμήτωι ἐπεστάλη οὕτως. τὸ ἐπισταλὲν ὑπό σοι ἐπίσταλμα ἐξ ἀξιώσεως Παμφίλου τοῦ καὶ Σωκράτους μισθωτοῦ δρυμοῦ περὶ κώμην Θεαδελφείαν φανερὸν ἐποίησα Ἀπολλωνίωι τῶι αἰγιαλοφύλακι ὡς ὑπόκειται. ἔτους ια Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Φαῶφι γ. καὶ ὑπετάγη τοῦ προκειμένου ἐπιστάλματος τὸ ἀντίγραφον. ἕως τούτου ἡ τοῦ Ἐπιθυμήτου ἐπιστολή. πρὸς ἣν ἀντεγράφη Ἀπολλωνίῳ αἰγιαλοφύλακι οὕτως. Θέων στρατηγὸς Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων Ἀπολλωνίῳ αἰγιαλοφύλακι τῷ φιλτάτῳ χαίρειν. ἐπιστολή. καὶ ὑπετάγη τῆς τοῦ Ἐπιθυμήτου ἐπιστολῆς τὸ ἀντίγραφον. ἕως τούτου καὶ τὰ ὑπὸ Θέωνος τοῦ Ἀπολλωνίῳ ἐπιστάλματος καὶ τῷ Ἐπιθυμήτῳ τοῦ ἐπιστάλματος. ἔτους ιβ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Παχὼν κε ἐν τῇ Θεαδελφείᾳ τῆς Θεμίστου.

---

Documentary Papyri, P.Wisc. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.wisc;1.
