# P.Wisc. 1 5

Documentary Papyri, P.Wisc. 1, P.Wisc. 1 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-wisc-1/5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-wisc-1/5

ἐμίσθωσεν Γλαύκιος Πεκύσιος μητρὸς Διεῦτος ἀπʼ Ὀξυρύγχων πόλεως καταγινόμενος ἐν Σεντὼ Ἀχιλλᾶτι Ἁρπαήσιος μητρὸς Τσενοσίριος ἀπὸ τῆς αὐτῆς πόλεως ἐπʼ ἐνιαυτὸν ἕνα ἀπὸ νεομηνίας τοῦ ὄντος μηνὸς Θὼθ τὴν ὑπάρχουσαν αὐτῷ δούλην Ταπόντων πρὸς ἐργασίαν τῆς γερδιακῆς τέχνης, ἣν παρέξεται αὐτῷ ὁ μεμισθωκὼς μήτε ἀφήμερον μήτε ἀπόκοιτον αὐτοῦ γινομένην, τρεφομένην μὲν καὶ τῶν ἄλλων ἐπιτηδείων τυγχάνουσαν παρὰ τοῦ Ἀχιλλᾶ, ἱματιζομένην δὲ ὑπʼ αὐτοῦ τοῦ δεσπότου, μισθοῦ τοῦ ὅλου ἐνιαυτοῦ ἀργυρίου δραχμῶν τετρακοσίων εἴκοσι ἅσπερ βεβαιουμένης τῆς μισθώσεως ἀποδότω ὁ Ἀχιλλᾶς τῷ Γλαυκίῳ κατὰ μῆνα τὸ αἱροῦν ἐπὶ τέλει τοῦ μηνὸς ἀνυπερθέτως. ἀργήσει δʼ ἡ δούλη Ταπόντως εἰς ἑορτῶν λόγον τῷ μὲν Τῦβι μηνὶ ἡμέρας τέσσαρας τῷ δὲ Παχὼν ὁμοίως ἡμέρας τέσσαρας τὰς ἐπὶ τὸ αὐτὸ ἡμέρας ὀκτώ , ὑπὲρ ὧν οὐδὲν ὑπολογηθήσεται ἀπὸ τῶν μισθῶν, ὧν δʼ ἂν πλείω ἀργήσῃ ἤτοι διʼ ἑορτὰς ἢ ἀσθένειαν ἢ ἄλλην τινὰ ἀναγκαίαν χρείαν τοῦ δεσπότου ἡμέρας τούτων ὁ μισθὸς ὑπολογηθήσεται κατὰ μῆνα. ἐὰν δέ ποτε διὰ νυκτὸς χρῄζῃ αὐτῆς ὁ δεσπότης πρὸς ἀρτοποιίαν μεταπέμψεται αὐτὴν οὐδενὸς διὰ τοῦτο ὑπολογουμένου ἀπὸ τῶν μισθῶν. κυρία ἡ μίσθωσις. ἔτους κϛ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Βρεταννικοῦ Μεγίστου Θὼθ ιδ.

---

Documentary Papyri, P.Wisc. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.wisc;1.
