# P.Wisc. 2 80.5.161-80.6.197

Documentary Papyri, P.Wisc. 2, 80.5.161 to 80.6.197. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-wisc-2/80.5.161
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-wisc-2/80.5.161

κε Ἁρπαῆσις ἐραυνητικοῦ ἐρίων πόκων ε ἀγγείου ϛ διώβολον Ἀπιάδος φοίνικος χλωροῦ ἀρτάβας β ἐφʼ ὄνων ὡς ἀρτάβης διώβολον, γίνεται τετρώβολον γίνεται τῆς ἡμέρας δραχμὴ α. κϛ Ἑρμῆς. κζ Λάμπωνος φοίνικος χλωροῦ ὄνον α ἀρτάβας γ ὡς τῆς ἀρτάβης διώβολον, γίνεται δραχμὴ α καὶ φύλλων ὄνον α, γίνεται δραχμὴ α. Πετεχόντος φύλλων λευκῶν ὄνον α, γίνεται δραχμὴ α Κεφαλ ταρίχου χλίβιον ἓν ἐφʼ ὄνῳ α δραχμαὶ ζ ὀβολὸς Παράμωνος φοίνικος χλωροῦ ἀρτάβας β ὡς τῆς ἀρτάβης διώβολον γίνεται τετρώβολον γίνονται τῆς ἡμέρας δραχμαὶ ι πεντώβολον. κη Ὡρίωνος ἐραυνητικοῦ ἐρίων πόκου α ἀγγείου λ ἡμιωβέλιον Πκῆμις ἐλαίου ὄνον α μετρητὴν α 𐅵 ὡς τοῦ μετρητοῦ δραχμαὶ ε, γίνονται δραχμαὶ ζ τριώβολον Χηνᾶτος ἐλαίου ὄνον α μετρητὴν α 𐅵 ὡς τοῦ μετρητοῦ δραχμαὶ ε, γίνονται δραχμαὶ ζ τριώβολον Ὡρίωνος ἐραυνητικοῦ ἐρίων πόκων γ ἀγγείου ι, γίνεται ὀβολὸς γίνονται τῆς ἡμέρας δραχμαὶ ιε ὀβολὸς α 𐅵. κθ Πετεσουχ ἐραυνητικοῦ ἐρίων πόκου α ἀγγείου λ ἡμιωβέλιον Κοννωτ ἄρακος ὄνον α ἀρτάβας δ καὶ ἐφʼ ἑτέρῳ ἀρτάβας β ὡς ἀρτάβης ἡμιωβέλιον , γίνεται τριώβολον γίνεται τῆς ἡμέρας ὀβολοὶ γ 𐅵. λ Ζοιλατ ξύλων καυσίμων ὄνος α δραχμὴ α Ζοιλατ κυάμου μέλανος ἀρτάβαι β ἐφʼ ὄνῳ ὡς ἀρτάβης ὀβολὸς α 𐅵, γίνεται τριώβολον γίνεται τῆς ἡμέρας δραχμὴ α τριώβολον. γίνεται τοῦ μηνὸς δραχμαὶ ϡνθ ὀβολοὶ γ 𐅵 χειριστικοῦ καὶ ἀλλαγῆς ὡς τῆς μνᾶς δραχμαὶ η τριώβολον, γίνονται δραχμαὶ πα ὀβολοὶ γ 𐅵 γίνονται ἐπὶ τὸ αὐτὸ δραχμαὶ Αμα ὀβολὸς ὧν Ἰσίωνι καὶ Ἀμμωνίωι ἀραβοτοξόταις ὀψωνίου ὡς τοῦ α δραχμαὶ ιϛ δραχμαὶ λβ λοιπαὶ δραχμαὶ Αθ ὀβολὸς ἃς καὶ διέγραψα εἰς τὸ δημόσιον τῇ τετράδι δ τοῦ ἐνεστῶτος μηνὸς Φαῶφι εἰς ἀρίθμησιν Θὼθ ἐπακολουθοῦντος Κολλούθου πραγματευτοῦ Φλαυίου Ἡρακλείδου λιμνάρχου. Χαιρᾶς Χαιρήμονος τοῦ Ἀπολλωνίου ὀμνύω Αὐτοκράτορα Καίσαρα Νέρουα Τραιανὸν Σεβαστὸν Γερμανικὸν Δακικὸν ἐξ ὑγιοῦς καὶ ἀπʼ ἀληθείας ἐπιδεδωκέναι τὸν προκίμενον λόγον καὶ μηδὲν διεψεῦσθαι ἢ ἔνοχος εἴην τῷ ὅρκωι. ἔτους ιη Τραιανοῦ Καίσαρος τοῦ κυρίου Φαῶφι δ.

---

Documentary Papyri, P.Wisc. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.wisc;2.
