# P.Wisc. 2 86

Documentary Papyri, P.Wisc. 2, P.Wisc. 2 86. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-wisc-2/86
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-wisc-2/86

δεκαπρώτοις β τοπαρχίας Ἡρακλείδου μερίδος παρὰ Οὐαλερίων Διογένους καὶ Λογγείνου καὶ Κλημεντείνου ἀμφοτέρων Λουκρητίου Ἀντινοέων. ὑπαρχουσῶν ἡμῖν περὶ κώμην Φιλαδελφίαν ἐπὶ μὲν τῆς δ σφραγῖδος σιτικῶν σπόρου ἀρουρῶν ὀκτὼ ἡμίσους ἐπὶ δὲ τῆς ε σφραγῖδος ἀβρόχου ἀρουρῶν τεσσάρων ἡμίσους ζ σφραγῖδος ἀβρόχου ἀρουρῶν ἑπτὰ δενδρικῶν ἀρουρῶν δέκα ἐκ μέρους ἐκλελειμμένων ιδ σφραγῖδος ὁμοίως δενδρικῶν ἀρουρῶν ἑπτὰ ἀφʼ ὧν ἄρουραι τρεῖς ἐκκεκομμέναι κ σφραγῖδος δενδρικῶν ἀρουρῶν ἓξ ἡμίσους καὶ ἐξ ὅλων ἐκκεκομμένων ἀρουρῶν δύο ὁ τῆς κώμης πραγματικὸς ἴσως κατὰ πλάνην ἔταξεν διὰ τοῦ προτεθέντος κατʼ ἄνδρα βιβλίου ἐπὶ μὲν τῆς δ σφραγῖδος ὅλας σπόρου ἀρούρας ἐννέα ἥμισυ ὄγδοον πλείω προσγράψας ἄρουραν μίαν ὄγδοον ἐπὶ δὲ τῆς ε σφραγῖδος ὅλας ἀβρόχου ἀρούρας ἓξ προσποιήσας ἄρουραν μίαν ἥμισυ καὶ ἐπὶ τῆς ζ σφραγῖδος ὅλας ἀβρόχου ἀρούρας ιε 𐅵 δενδρικὰς ἀρούρας ἕνδεκα ἥμισυ προσγράψας ἀβρόχου μὲν ἀρούρας ὀκτὼ ἥμισυ δενδρικὴν δὲ ἄρουραν μίαν ἥμισυ ιδ σφραγῖδος ὅλας δενδρικὰς ἐπʼ ὀνομάτων ἡμῶν καὶ τῆς κατὰ μητέρα ἡμῶν μάμμης Ἁρσοῦτος ἀρούρας δέκα ἥμισυ δυοτριακοστὸν προσποιήσας ἀρούρας τρεῖς ἥμισυ δυοτριακοστὸν κ σφραγῖδος ἐπὶ τῶν αὐτῶν ὀνομάτων δενδρικὰς ἀρούρας εἴκοσι τρεῖς ἥμισυ προσποιήσας ἀρούρας δεκαπέντε, κουφίσας ἀφʼ ὧν ἔχομεν ἐπὶ τῆς αὐτῆς σφραγῖδος σιτικῶν ἀβρόχου ἀρουρῶν ἑπτὰ ἀρούρας τρεῖς ἥμισυ . ὅθεν, οὐκ ὀλίγου ὄντος τοῦ ἀδικήματος, τὴν ἐπίδοσιν τῶν βιβλιδίων ποιούμεθα μαρτυρούμενοι κατὰ τὰ κελευσθέντα ὑπὸ Κλαυδίου Μαρκέλλου τοῦ διασημοτάτου καθολικοῦ καὶ Μαρκίου Σαλουταρίου τοῦ κρατίστου ἐπιτρόπου τῶν Σεβαστῶν καὶ ἀξιοῦμεν συνπαρεῖναι ὑμῖν γεινομένοις ἐπὶ τὴν αὐτοψίαν τὸν τε πραγματικὸν καὶ ὁριοδείκτην καὶ τὴν ἀκριβῆ ἀναμέτρησιν ποιήσασθαι πρὸς τὸ φανερᾶς γενομένης τῆς καθʼ ἡμῶν ψευδογραφίας μηδεμίαν ζήτησιν φόρων περὶ ὧν ἐν πλεονασμῷ ἔταξεν πρὸς ἡμᾶς γενέσθαι τηρουμένου ἡμῶν τοῦ δικαίου τῆς κτήσεως. διευτυχεῖτε. Οὐαλέριος Λογγεῖνος ἐπιδέδωκα. Οὐαλέριος Κλημεντεῖνος συνεπιδέδωκα. Οὐαλέριος Διογένης συνεπιδέδωκα. ἔτους … Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου καὶ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν Παῦνι …

---

Documentary Papyri, P.Wisc. 2. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.wisc;2.
