# P.Worp 37

Documentary Papyri, P.Worp, P.Worp 37. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-worp/37
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-worp/37

ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν μηνὶ Φαῶφι ζ θ ἰνδικτίονος ἐν Ἡρακλέους πόλει . Αὐρήλιοι Φῖβ υἱὸς μητρὸς δος καὶ Ἰωσὴφ υἱὸς Ἰωάννου μητρὸς Ἄννης καὶ Πέτρος υἱὸς μητρὸς ὁρμώμενοι ἀπὸ κώμης Φνεβὶ τοῦ Ἡρακλεοπολίτου νομοῦ … τῷ θαυμασιωτάτῳ γεωμέτρῃ υἱοῦ Ματαείου γενομένου καὶ αὐτοῦ γεωμέτρου … ὁμολογοῦμεν διὰ ταύτης ἡμῶν τῆς ἐγγράφου ἀσφαλείας μεμισθῶσθαι παρὰ τῆς σῆς θαυμασιότητος ἀπὸ τῶν ὑπαρχόντων αὐτῇ ἐν πεδίοις τῆς αὐτῆς κώμης … ὑποστάσεως ἀρούρας δέκα, γίνονται ἄρουραι ι, … λάκκῳ καὶ ὑδρεύματι καὶ μηχανῇ καὶ μηχανοστασίῳ καὶ πύργῳ … γείτονες νότου Θ…ηου βορρᾶ ὁδὸς δημοσία ἀπηλιώτου Ἀιούλιος … λιβὸς ἡ ἐκεῖσε διῶρυξ, ἐφʼ ὃν βούλεται χρόνον ἡ σὴ θαυμασιότης, ἀπὸ καρπῶν τῆς σὺν θεῷ εἰσιούσης δεκάτης ἰνδικτίονος, καὶ παρέχειν ἡμᾶς τοὺς μισθωσαμένους Φῖβ καὶ Ἰωσὴφ καὶ Πέτρον … κατʼ ἔτος ἐπί τε νειλοβρόχῳ καὶ ἀβρόχῳ ἤτοι ἀποτάκτου χρυσοῦ νομισμάτια τέσσαρα ἀρσατικά, γίνεται χρυσοῦ νομισμάτια δ ἀρσατικά, ὅντινα ἀπότακτον φόρον παρασχώμεν καθʼ ἕκαστον ἔτος … ἐπί τε νειλοβρόχῳ καὶ ἀβρόχῳ τῷ Παῦνι μηνὶ ἀπὸ ἁλωνίας τῆς αὐτῆς δεκάτης ἰνδικτίονος … δέ σοι καθʼ ἕκαστον ἔτος ὑπὲρ συνηθείας τῇ μὲν ἑορτῇ τοῦ Τῦβι μηνὸς … λερα εἴκοσι καὶ ἄρτων ἁπαλῶν δισακκίαν μίαν εἰς ζυγὰς εἴκοσι πέντε … δελφάκιον εὐάρεστον ἓν εἰς χρυσοῦ κεράτια δύο καὶ ἄρτων ἁπαλῶν δισακκίαν μίαν εἰς ζυγὰς εἴκοσι πέντε. ἑτοίμως δὲ ἡμᾶς ἔχειν τοὺς μισθωσαμένους πᾶσαν φιλοκαλίαν … εἴς τε τὰς ἀρούρας καὶ εἰς τὰ προσχώματα καὶ εἰς τὸν λάκκον, δηλονότι ἡμῶν τῶν μισθωσαμένων Φῖβ καὶ Ἰωσὴφ καὶ Πέτρου παρεχόντων τὰ μηχανικὰ ὄργανα τῆς αὐτῆς μηχανῆς … φυτεύειν ἐν αὐταῖς ἄμπελον, ἐφ῾ ᾧ ἡμᾶς συντελέσαι σοι ὑπὲρ ἑκάστης ἀρούρης …ς οἴνου διπλᾶ πεντάξεστα ἑκατόν, γίνονται ἑκάστης ἀρούρης οἴνου διπλᾶ πεντάξεστα ρ, … τὴν τούτων νομὴν ἄτρωτον καὶ ἀβλαβῆ ὡς καὶ παρειλήφαμεν. ἡ μίσθωσις κυρία καὶ βεβαία καὶ ἐπερωτηθεὶς ὡμολογήσαμεν. οἱ προγεγραμμένοι ἄνδρες, στοιχεῖ ἡμῖν ὡς πρόκειται. Ἰοῦστος Πέτρου ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. υἱὸς ἀφʼ Ἡρακλέους πόλεως μαρτυρῶ τῇδε τῇ μισθώσει αἰτηθεὶς παρὰ τῶν θεμένων. υἱὸς θίονος ἀφʼ Ἡρακλέους πόλεως μαρτυρῶ τῇδε τῇ μισθώσει αἰτηθεὶς παρὰ τῶν θεμένων ὑπέγραψα . υἱὸς τοῦ τῆς μακαρίας μνήμης Σερήνου ἀφʼ Ἡρακλέους πόλεως μαρτυρῶ τῇδε τῇ μισθώσει αἰτηθεὶς παρὰ τῶν θεμένων. … διʼ ἐμοῦ Θεοδώρου .

---

Documentary Papyri, P.Worp. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.worp.
