# P.Würzb. 1 21

Documentary Papyri, P.Würzb. 1, P.Würzb. 1 21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-wurzb-1/21
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-wurzb-1/21

Ἀντωνία Πρω…ίῳ τῷ πατρὶ καὶ κυρίῳ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνεινκαὶ εὐτυχεῖν μετὰ τῶν ἀβασκάντων μου ἀδελφῶν καὶ τῶν ἡμῶν πάντων. καὶ ἄλλοτε ἔμελλόν σοι γράψαι καὶ οὐκ ἀφῆκέ με Ἀπασιότες . ὅτε δὲ ἄρτι ἔγραφόν σοι, οὐκ ἦν ἐν Κόπτῳ. ἐρωτῶ σε οὖν, κύριέ μου πάτηρ, μὴ λυποῦ. οἶδα γὰρ ὅτι ταῦτα πάντα πεποίηκας εἰς τὸ ἐμὲ πεῖσαι καὶ εὐχαριστῶ σοι πολλά· ἀφʼ ἧς γεγράφηκας αὐτῷ τότε πέπαυται ταῦτα ὢν μετʼ ἐμοῦ. ἐρωτῶ σε οὖν, κύριέ μου πάτερ, καὶ παρακαλῶ, ἐὰν θέλῃς, μὴ πάλιν πλεῖον πεῖσαι. οἶδα γὰρ ὅτι περὶ πάντων θέλεις με πεῖσαι καὶ πληροφορεῖν ευ α σε προσκυνήσω πάλιν δια… καὶ ἀ ναψύξω πάλιν … Κασυλλᾶν ου… σε ἰδεῖν τες… καὶ μὴ σκ… …οικ… …ο… λε… μα…σιν ἐα… σοι θελοντ… παρεγένετο ἐὰν …η καὶ λελυμε… αὐτατ… γράψω σοι. ἀσπάζομαι τοὺς κυρίους μου καὶ ἀβασκάντους ἀδελφοὺς κατʼ ὄνομα καὶ τὴν μητέρα μου Προκοπὴν καὶ τὰ τέκνα αὐτῆς καὶ τοὺς ἐν οἴκῳ πάντας κατʼ ὄνομα. ἀσπάζεται ὑμᾶς πάντας Κασυλλᾶς καὶ ὁ πατὴρ αὐτοῦ καὶ Κασυλλοῦς καὶ τὰ παιδία αὐτῆς καὶ Θαὶς καὶ ἡ θυγάτηρ αὐτῆς καὶ Ἰσιδώρα. ἐρρῶσθαί σε εὔχομαι ὑγιαίνειν καὶ εὐτυχεῖν ἐπι …αιζονα εἰς μακροὺς αἰῶνας. Φαμενὼθ κ. ἀπόδος … εἰς Ὀξυρύγχων πόλιν … τῷ πατρί.

---

Documentary Papyri, P.Würzb. 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.wuerzb;1.
