# P.Yale 1 64

Documentary Papyri, P.Yale 1, P.Yale 1 64. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-yale-1/64
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-yale-1/64

ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ Τῦβι ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος ἐδάνεισεν Θαῆσις Βησᾶτος τοῦ … μητρὸς … τος τῆς Πτολεμαίου μετὰ κυρίου… τοῦ Ὀννώφριος μητρὸς Ταόρσεος τῆς … τῷ ἑαυτῷ ἀνδρὶ Ἀπερῶτι Διογένους τοῦ … μητρὸς … κης τῆς Ἀτρέους Πέρσῃ, τῆς ἐπιγονῆς πάντες τῶν ἀπὸ Ὀξυρύγχων πόλεως ἐν ἀγυιᾷ ἀργυρίου σεβαστοῦ νομίσματος δραχμὰς διακοσίας δέκα δύο κεφαλαίου αἷς οὐδὲν τῷ καθόλου προσῆκται αἵ εἰσι ἀφʼ ὧν ἔσχεν ἡ Θαῆσις τῇ ἐνεστώσῃ ἡμέρᾳ μετὰ κυρίου τοῦ ἀνδρὸς Ἀπερῶτος παρʼ Ἀμοίτος υἱοῦ Λευκίου νεωτέρου ἱέρεως Διὸς καὶ Ἥρας καὶ Ἀπόλλωνος καὶ Κόρης καὶ Διονύσου καὶ τῶν συνεστίων θεῶν ὑπὲρ ἐκστάσεως λειτουργιῶν ἡμερῶν δραχμῶν τριακοσίων . ἀποδότω δὲ ὁ δεδανεισμένος Θαῆσι τὰς τοῦ ἀργυρίου δραχμὰς διακοσίας δέκα δύο ἐν ἡμέραις ἑξήκοντα ἀφʼ ἧς ἐὰν αὐτῷ παραγγείλῃ περὶ τῆς τούτων ἀποδόσεως χωρὶς πάσης ὑπερθέσεως. ἐὰν δὲ μὴ ἀποδῷ καθὰ γέγραπται, ἀποτεισάτω ὁ δεδανεισμένος Θαῆσι τὸ μὲν δάνειον μεθʼ ἡμιολίας καὶ τοῦ ὑπὲρ τὰς ἀπὸ τῆς παραγγελίας ἡμέρας ἑξήκοντα ὑπερπεσόντος χρόνου τοὺς καθήκοντας τόκους τῆς πράξεως οὔσης Θαῆσι ἔκ τε τοῦ δεδανεισμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης κατὰ μηδὲͅνͅ ἐλατͅτͅουμένης τῆς Θαήσιος ἐν τῇ πράξει ὧν ὀφείλει αὐτῇ ὁ δεδανεισμένος κατὰ ἀσφάλειαν καὶ διαγραφὴν τραπέζης vac. κυρία ἡ συνγράφη …

---

Documentary Papyri, P.Yale 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.yale;1.
