# P.Yale 1 65

Documentary Papyri, P.Yale 1, P.Yale 1 65. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-yale-1/65
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-yale-1/65

α… Διονυσία Διδύμου μητρὸς Δημαροῦτος ἀπʼ Ὀξυρύγχων πόλεως μετὰ κυρίου Ἀθηναίου … τοῦ Ἀθηναίου ἀπὸ τῆς αὐτῆς πόλεως τῷ τούτου ἀπελευθέρῳ Διονυσίῳ τῷ καὶ Ἀμοίτος … Σαραπίωνος τοῦ καὶ Διοσκόρου ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἀπέχειν παρὰ σοῦ διὰ τῆς ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου Ἀρτεμιδώρου καὶ τ… αυ…νω…τραπέζης ἀργυρίου δραχμὰς τριακοσίας τοῦ κεφαλαίου καὶ τοὺς ὀφειλομένους τόκους, τὸ δὲ κεφάλαιον δανισθέν σοι ὑπʼ ἐμοῦ κατὰ χειρόγραφον γεγονὸς διὰ τῆς αὐτῆς τραπέζης τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει θεοῦ Ἁδριανοῦ μηνὶ Σεβαστῷ τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἀπὸ τοῦ αὐτοῦ μηνὸς Σεβαστοῦ ἐπὶ τῷ καταβαλεῖν σε ἀπὸ τοῦ ἑξῆς μηνὸς Φαῶφι κατὰ μῆνας τριάκοντα δραχμὰς ὀκτὼ ἄχρι οὗ πληροθῶ τῷ προκειμένῳ κεφαλαίῳ καὶ τοῖς τόκοις. καὶ μηδέν σοι ἐνκαλεῖν μηδὲ ἐνκαλέσειν μηδὲ ἐπελεύσεσθαι μήτε περὶ τούτου μήτε περὶ ἄλλου μηδενὸς ἁπλῶς μέχρι τῆς ἐνεστώσης ἡμέρας … χειρογράφου … …αν… παραπεπτωκέναι … … ἐμοί τε καὶ παντὶ ὑπὲρ ἐμοῦ ἐπιφέροντι. κυρία ἡ ἀποχή. ἔτους. Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ

---

Documentary Papyri, P.Yale 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.yale;1.
