# P.Yale 4 141

Documentary Papyri, P.Yale 4, P.Yale 4 141. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-yale-4/141
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-yale-4/141

Βοήθωι συγγενεῖ καὶ ἐπιστρατήγωι παρ᾿ Εὐθαίου τοῦ Ἀμμωνίου Λίβυος τῆς ἐπιγονῆς. τoῦ κϛ ἔτους ἐδάνεισα Ζήνωνι Θαλιάρχου Λίβυι καὶ Πολέμωνι Διονυσίου Πέρσηι ἀμφοτέροις τῶν Θεο ⸌καταγινομένων ἐν Φεβίχει τοῦ Κωίτου⸍δώρου πεζῶν τακτομίσθοις κοινῆι αὐτοῖς πυροῦ στερέου ἀρτάβας ι ἥμισυ κατὰ συγγραφὴν δανείου, δι᾿ ἧς ἀλλήλους ἐγγυῶνται καὶ συγχωροῦσί μοι τὴν πρᾶξιν ποιεῖσθαι ἔκ τε ἀμφοτέρων καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῶμαι· τοῦ δὲ χρόνου τῆς ἀποδόσεως διεληλυθότος καὶ ἑτέρου πλείονος ἐπιγεγονότος καὶ μὴ ἀποδεδωκότων, τοῦ δ᾿ ἑνὸς αὐτῶν Πολέμωνος μετηλλαχότος τὸν βίον πρὸ τῆς ἀποδόσεως, ἀξιῶ, ἐὰν φαίνηται, ἐπεὶ βούλομαι παρὰ τοῦ Ζήνωνος τὴν πρᾶξιν ποιεῖσθαι ἀκολούθως τῆι συγγραφῆι, συντάξαι γράψαι Εὐφράνορι τῶν ἰσοτίμων τοῖς πρώτοις φίλοις καὶ στρατηγῶι ἐπαναγκάσαι αὐτὸν ἀποδοῦναί μοι τὰς ι ἥμισυ ἀρτάβας τῶν πυρῶν, ἐὰν δ᾿ ἀπειθῆι καταστῆσαι αὐτὸν ἐπὶ σέ. τούτου δὲ γενομένου τεύξομαι τῶν δικαίων. εὐτύχει. Εὐφράνορι· ἐπαναγκάσαι τὰ δίκαια ποιῆσαι παραχρῆμα ἢ καταστῆσαι. … ἔτους λγ Παυνι ιδ Ἀγνησιμένει· ἐπαναγκάσαι τὰ δίκαια ποιῆσαι ἢ τὸν ἐγκαλούμενον καταστῆσαι. ἔτους λγ Παυνι ιδ Εὐθαίου τοῦ Εὐφράνορι Ἀμμωνίου

---

Documentary Papyri, P.Yale 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.yale;4.
