# P.Yale 4 147

Documentary Papyri, P.Yale 4, P.Yale 4 147. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-yale-4/147
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-yale-4/147

… Βοήθωι συγγενεῖ καὶ ἐπιστρατήγωι παρὰ Ἑρμιόνης τῆς Λυσιμάχου. ἀδικοῦμαι ὑπὸ Πέρσου τοῦ Ἀπολλωνίου τοῦ καὶ Πε… τῶν κατοικούντων ἐν Ἡρακλέους πόλει. τοῦ γὰρ ἀνδρός μου Στράτωνος ἱππάρχου ἐπ᾿ ἀνδρῶν τῶν ἐξ Ἡρακλέους πόλεως δανείσαντος τῶι Πέρσηι πυρῶν ἀρτάβας … κατὰ συγγραφὴν δανείου ἑξαμάρτυρον γενομένην διὰ τοῦ ἐν τῆι προκειμένηι πόλει ἀγορανομείου ἐν τῶι … ἔτους ὥστε καὶ ἀποδοῦναι τῶι Στράτωνι ἢ τοῖς παρ᾿ αὐτοῦ τὸ δάνειον ἐν μηνὶ Ἀπελλαίωι καὶ Παυνι τοῦ … ἔτους ἢ ἀποτίνειν αὐτὸν τιμήν, ἧς ἂν ἀρτάβης μὴ ἀποδῶι χαλκοῦ νομίσματος τάλαντα … ἢ ἧς ἂν πωλῆται ἐν τῆι ⸌ἐν⸍ Ἡρακλέους πόλει ἀγορᾶι, συνέβη τὸν Στράτωνα … διαθέσθαι ἐμοί τε καὶ τοῖς ἐμοῖς τέκνοις κατὰ διαθήκην δι᾿ ἧς κατέλιπεν … …ος, ἐάν τι πάθηι, τη… …ον… ἐπεὶ οὖν ὁ Πέρσης οὐκ ἀπέδωκε τὰς ἀρτάβας … κατεγνωκὼς τῶι εἶναί με γυναῖκα καὶ τὰ παιδία ὀρφανὰ καὶ διὰ τοῦτο προῆγμαι τὴν ἐπὶ σὲ καταφυγὴν ποιήσασθαι, τὸν πάντων σωτῆρα καὶ βοηθὸν ὑπάρχοντα, διειληφυῖα μάλισθ᾿ οὕτως τεύξεσθαι δὲ τῶν παρὰ σοῦ εὐγνωμόνων, ἀξιῶ μετὰ πάσης δεήσεως μὴ ὑπεριδεῖν με μήτε τὰ παιδία κινδυνεύοντα ἐνδείαι διαφθαρῆναι διὰ τὴν μοχθηρὰν ἐπιβολὴν, ἀλλ᾿ ἐπιστεῖλαι ὧι καθήκει καταστῆσαι ἐπὶ σὲ τὸν Πέρσην καὶ ἐπαναγκάσαι αὐτὸν ἀποδοῦναί μοι τὰς ἀρτάβας …. τούτου δὲ γενομένου ἔσομαι τετευχυῖα τῆς παρὰ σοῦ βοηθείας. εὐτύχει. ἀπέσταλκα δὲ Μενέστρατον … ἐπιδώσοντα τὸ ὑπόμνημα, ἵνα χρηματισμὸν ἀνακομίσηι. Εὐφράνορι· ἐὰν μὴ ποιῆι … καταστῆσαι. ἔτους λγ … ἔτους λγ Παυνι ιζ Εὐφράνορι Ἑρμιόνης τῆς Λυσιμάχου

---

Documentary Papyri, P.Yale 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.yale;4.
