# P.Zauzich 39.1.1-39.2.88

Documentary Papyri, P.Zauzich, 39.1.1 to 39.2.88. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/p-zauzich/39.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/p-zauzich/39.1.1

Πρᾶσις καὶ ἀποστασίου Ἑρίεως νεωτέρου Σαταβοῦτος καὶ Θεναπύγχεως τῆς γυναικὸς αὐτοῦ πρὸς Ψεναμοῦνιν υἱὸν Παοῦτος … Ἑριεῦς νεώτερος Σαταβοῦτος μητρὸς Θαήσιος καὶ ἡ γυνή μου Θεναπῦγχις τῆς Πανεφρέμμεως μητρὸς Τανεφρέμμιος ὁμολογοῦμεν πεπρακέναι Ψεναμοῦνι Παοῦτος μητρὸς Ταπετεσούχου τὴν ὑπάρχουσαν τῷ Ἑριεύτι οἰκίαν δίστεγον καὶ αὐλὴν ἐκ τοῦ πρὸς βορρᾶ μέρους καὶ τὰ συγκύροντα πάντα ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος ὧν γείτονες· Νότου Ἑριεῦτος Σαταβούτος τόποι ὧν ἐπικράτει τὰ τέκνα, Βορρᾶ εἴσοδος καὶ ἔξοδος κοινή, Λιβὸς Θασῆτος καὶ Ἑριεῦτος οἰκία ἧς ἐπικράτει τὰ τέκνα, Ἀπηλιώτου Στοτοήτιος τοῦ Σαταβοῦτος οἰκία καὶ αὐλή καὶ ἀπέχομεν τὴν συγκεχωρημένην τιμὴν πάσαν ἐκ πλήρουσ καὶ βεβαιώσομεν πάσῃ βεβαιώσει ἐπὶ τὸν ἅπαντα χρόνον καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτῶν Ζώιλος Λεονίδου διὰ τὸ μὴ εἰδέναι αὐτοὺσ γράμματα, ἀλλὰ Ἑριεῦς βραδύτερον γράφει Ἑριευς Σαταβοῦτος ἐπιτέταχα γράφειν. Ψεναμοῦνις Παοῦτος μητρὸς Ταπετεσούχου ἠγόρακα καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἥρων Ἑρμίου διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. πρᾶσις καὶ ἀποστασίου οἰκίας διστέγου καὶ τῶν συγκυρόντων πάντων ἐν τῆι Σοκνοπαίου Νησῷ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ ὧν γείτονες· Νότου Ἑρίεως Σαταβοῦτος τόποι ὥν ἐπικρατεῖ τὰ τέκνα, Βορρᾶ εἴσοδος καὶ ἔξοδος κοινή, Λιβὸς Θασῆτος καὶ Ἑριέως οἰκία ἧς ἐπικρατεῖ τὰ τέκνα, Ἀπηλιώτου Στοτοήτιος Σαταβοῦτος οἰκία καὶ ἀπέχουσιν τὴν συγκεχωρήμενην τιμὴν καὶ βεβαιῶσι πάσῃ βεβαιώσει, ἣν ποιοῦνται Ἑριεῦς νεώτερος Σαταβοῦτος μητρὸς Θασῆτος ἐτῶν δ… οὐλὴ καμπῇ, καὶ ἡ αὐτοῦ γυνὴ Θεναπῦγχις Πανεφρέμμεως μητρὸς Τανεφρέμμιος ἐτῶν μα ἄσημος πρὸς Ψεναμοῦνιν Παοῦτος μητρὸς Ταπετεσούχου ἐτῶν μ ἄσημος. ἔγραψεν Ζώιλος Λεονίδου ἐτῶν με ἄσημος. ἐντέτακται μηνὶ Σεβαστοῦ ιζ διὰ τοῦ ἐν Νείλου πόλει γραφείου. μηνὸς Σεβαστοῦ ιζ δανεῖον Ἑριεῦτος νεωτέρου Σαταβοῦτος καὶ τῆς γυναικὸς πρὸς Ψεναμοῦνιν ἀργυρίου δραχμῶν σξ. ἔτους πεντεκαιδεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Σεβαστοῦ ιζ ἐν Νείλου πόλει τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐδάνεισεν Ψεναμοῦνις Παοῦτος ὡς ἐτῶν τεσσεράκοντα οὐλὴ μ… Ἑριεῦτι νεωτέρῳ Σαταβοῦτος Πέρσῃ τῆς ἐπιγονῆς ὡς ἐτῶν τεσσαράκοντα … οὐλὴ καμπῇ ἐξ ἀριστερᾶς …ος καὶ τῇ γυναικὶ αὐτοῦ Θεναπύγχει Πανεφρόμμιος ὡς ἐτῶν τεσσεράκοντα ἕν ἄσημος Περσίνῃ μετὰ κυρίου τοῦ προγεγραμμένου αὐτῆς ἀνδρὸς ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν ἀργυρίου ἐπισήμου Σεβαστοῦ καὶ Πτολεμαικοῦ νομίσματος κεφαλαίου δραχμὰς διακοσίας ἑξήκοντα ἃς παρειλήφασι οἱ δεδανεισμένοι παρὰ τοῦ Ψεναμόυνιος παραχρῆμα ἀργυρίου δραχμὰς σξ τόκου ὡς ἐκ δραχμῆς μίας τῇ μνᾷ

---

Documentary Papyri, P.Zauzich. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/p.zauzich.
