# Pap.Agon. 3.1-19

Documentary Papyri, Pap.Agon., 3.1 to 3.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/pap-agon/3.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/pap-agon/3.1

Τιβέριος Καῖσαρ Σεβαστὸς Γερμανικός, δημαρχικῆς ἐξουσίας τὸ β, ὕπατος τὸ δ, πατὴρ πατρίδος, …τ… τοῖς ἀπὸ τῆς οἰκουμένης περὶ τὸν Διόνυσον τεχνίταις, ἱερονίκαις. στεφανίταις καὶ τοῖς τούτων συναγωνισταῖς χαίρειν. τὰς μὲν εἰκόνας ὃν τρόπον εὐσεβούμεθα μετὰ τῆς πρεπούσης τιμῆς ἀνιστάνειν ἐπιτρέπω, τὰ δὲ ὑπὸ τοῦ θεοῦ Σεβαστοῦ δεδομένα ὑμῖν νόμιμα καὶ φιλάνθρωπα συντηρῶ. οἱ πρέσβεις ἦσαν Κλαύδιος Θαμῦρις, Κλαύδιος Κάστωρ, Ἀντώνιος Νατάλειος υἱὸς, Λόγιος … ἔρρωσθε. ἐγένετο ἐν Ῥώμῃ Τιβερίῳ Κλαυδίῳ Καίσαρι Σεβαστῷ καὶ Ἰουλίῳ Οὐιτελλίῳ τὸ β ὑπάτοις. κεφάλαιον ἐκ διατάγματος θεοῦ Ἁδριανοῦ περὶ τῶν δοθεισῶν δωρεῶν τῇ συνόδῳ, ὧν δὲ οὐσῶν ἀσυλίας, προεδρίας, ἀστρατίας, λειτουργιῶν δημοσίων ἀτελείας, ἀτελῆ ἔχειν ὅσα ἂν ἐπάγωνται, χρείας ἰδίας ἢ τῶν ἀγώνων ἕνεκεν, μὴ κρίνειν μὴ καθιστάνειν ἐγγυητάς, ἀνεισφορίας αὐτῶν, συνθυσίας, μὴ δέχεσθαι πρὸς ἀναγκην ξένους, μὴ εἴργεσθαι μηδὲ ἄλλῃ τινὶ φρουρᾷ …ωθεὶς ἢ θανάτῳ ὑπευθυν…η. ἐπιστολὴ θεοῦ Σεουήρου· ἦν εἰκὸς ὑμᾶς τοὺς τὴν ἱερὰν σύνοδον νέμοντας ἡσθῆναι ἐπὶ τῷ εἰς ἐμὲ περιεληλυθέναι τὴν τῶν ὅλων κηδεμονίαν καὶ βασιλείαν καὶ διὰ ψηφίσματος φανερὰν ποιῆσαι τὴν γνώμην ἣν ἔχετε πρὸς ἡμᾶς· εὐχαριστεῖν δʼ ἐπὶ τούτοις βουλόμενος ὁπόσα εἴχετε ἐξ ἀρχῆς ὑπὸ τῶν πρὸ ἐμοῦ αὐτοκρατόρων δεδομένα ὑμῖν δίκαια καὶ φιλάνθρωπα ταῦτα καὶ αὐτὸς φυλάττω προσαύξειν ἐθέλων καὶ διὰ τιμῆς ἄγειν ἄνδρας μουσικοὺς καὶ ταῖς πρὸς τὸν Διόνυσον θρησκίαις ἀνακιμένους. εὐτυχεῖτε. θεοῦ Ἀλεξάνδρου. ὅσα θεῷ Ἀντωνείνωι πατρὶ ἐμῷ καὶ θεῷ Σεουήρῳ πάππῳ μου καὶ τοῖς ἄνωθεν προγόνοις ἐκρίθη περὶ ὑμῶν καὶ τῶν δεδομένων ὑμῖν δικαίων … ἀπεφηνάμην κύρια εἶναι. οἱ καθʼ ἑκάστην πανήγυριν ἀγωνοθέται πειθαρχήσουσιν. οἱ ἀπὸ τῆς οἰκουμένης περὶ τὸν Διόνυσον τεχνῖται καὶ ἡ ἱερὰ μουσικὴ περιπολιστικὴ οἰκουμενικὴ Διοκλητιανὴ Μαξιμιανὴ εὐσεβὴς εὐτυχὴς σεβαστὴ μεγάλη σύνοδος τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν ἱερονικῶν στεφανιτῶν τοῖς ἀπὸ τῆς αὐτῆς συνόδου τεχνίταις ἱερονίκαις στεφανίταις χαίρειν. γινώσκετε καταταγέντα εἰς τὴν ἱερὰν μουσικὴν …περιπολιστικὴν οἰκουμενικὴν Διοκλητιανὴν Μαξιμιανὴν μεγάλην σύνοδον Αὐρήλιον Ἁτρῆν Πετεησίου Νεχθενίβιος ἀρχιερέα Ὀξυρυγχείτην καὶ ἀποδεδωκότα τὸ κατὰ τὸν νόμον βασιλικὸν ἐντάγιον πᾶν ἐκ πλήρους δηνάρια σν καὶ τὰ εἰς τὰ ἱερὰ σεβαστὰ τελέσματα. ἐγράψαμεν ὑμῖν ἵνʼ εἰδῆτε. ἔρρωσθε. ἐτελέσθη ἐν τῇ λαμπρᾷ καὶ λογιμωτάτῃ καὶ σεμνοτάτῃ Πανοπολειτῶν πόλει ἐπὶ τῆς ζ Πυθιάδος ἀγῶνος ἀγομένου ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ σκηνικοῦ γυμνικοῦ πυθικοῦ Περσέως Οὐρανίου τῶν μεγάλων Πανείων ἐπὶ ἀρχόντων τῆς συνόδου, ἄρχοντος πρώτου Μάρκου Αὐρηλίου Ἡρακλείου Κομόδου Ἀντινοέως καὶ Πανοπολείτου ὀλυμπιονίκου πυθιονίκου καπιτωλιονίκου

---

Documentary Papyri, Pap.Agon.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/pap.agon.
