# Pap.Agon. 3.20-39

Documentary Papyri, Pap.Agon., 3.20 to 3.39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/pap-agon/3.20
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/pap-agon/3.20

πλειστονίκου παραδόξου, ἀντάρχοντος γραμματέως Ἀγαθοκλέους τοῦ καὶ Ἀστερίου κιθαρῳδοῦ Ἀλεξανδρέως καὶ Ἀντινοέως και Λυκοπολείτου πυθιονίκου πλειστονίκου παραδόξου, ἄρχοντος νομοδείκτου Αὐρηλίου Κασυλλᾶ Πανοπολείτου καὶ Ἀντινοέως σαλπιγκτοῦ ὀλυμπιονίκου πυθιονίκου πλειστονίκου παραδόξου. Αὐρήλιος Ἡράκλειος ὁ καὶ Νικαντίνοος Ἀντινοεὺς καὶ Πανοπολείτης καὶ Ἑρμοπολείτης καὶ Λυκοπολείτης καὶ Ὀξυρυγχίτης ὀλυμπιονίκης καπιτολιονίκης πυθιονίκης πλειστονίκης παράδοξος ἄρχων πρῶτος τῆς ἱερᾶς μουσικῆς Διοκλητιανῆς Μαξιμιανῆς μεγάλης συνόδου ὑπέγραψα καὶ ἐσφράγισα καταταγέντ… ἐπʼ ἐμοῦ ἐν τῇ Πανοπολειτῶν λαμπροτάτῃ καὶ εὐσεβαστάτῃ πόλει ἐπὶ τῆς ζ Πυθιάδος ἀγῶνος ἀγομένου ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ θυμελικοῦ σκηνικοῦ Περσέως Οὐρανίου τῶν μεγάλων Πανείων Αὐρήλιον Ἁτρῆν Πετεησίου Νεχθενίβιος Ὀξυρυγχείτην ἀρχιερεῖ. Μάρκος Αὐρήλιος Ἀγαθοκλῆς ὁ καὶ Ἀστέριος κιθαρῳδὸς Ἀλεξανδρεὺς καὶ Ἀντινοεὺς καὶ Λυκοπολείτης καπιτωλιονίκης πυθιονίκης πλειστονείκης παράδοξος ἀντάρχων γραμματεὺς τῆς ἱερᾶς μουσικῆς Διοκλητιανῆς Μαξιμιανῆς μεγάλης συνόδου ὑπέγραψα καὶ ἐσφράγισα καταταγέντι ἐπʼ ἐμοῦ ἐν τῇ Πανοπολειτῶν λαμπροτάτῃ καὶ εὐσεβεστάτῃ πόλει ἐπὶ τῆς ζ Πυθιάδος ἀγῶνος ἀγομένου ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ θυμελικοῦ σκηνικοῦ Περσέως Οὐρανείου τῶν μεγάλων Πανείων Αὐρήλιον Ἁτρῆν Πετεησίου Νεχθενίβιος Ὀξυρυγχίτην ἀρχιερέα. Αὐρήλιος Κασυλλᾶς Πανοπολείτης καὶ Ἀντινοεὺς ὀλυμπιονίκης καὶ πυθιονίκης ἄρχων νομοδείκτης τῆς ἱερᾶς μουσικῆς περιπολιστικῆς Διοκλητιανῆς Μαξιμιανῆς μεγάλης συνόδου ὑπέγραψα καὶ ἐσφράγισα καταταγέντα ἐπʼ ἐμοῦ ἐν τῇ Πανοπολειτῶν λαμπροτάτῃ καὶ εὐσεβαστάτῃ πόλει ἐπὶ τῆς ζ Πυθιάδος ἀγῶνος ἀγομένου ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ θυμελικοῦ σκηνικοῦ γυμνικοῦ Περσέως Οὐρανίου τῶν μεγάλων Πανείων Αὐρήλιον Ἁτρῆν Πετεησίου Νεχθενίβιος Ὀξυρυγχείτην ἀρχιερέα. Μάρκος Αὐρήλιος Ὡρίων Ἑρμοπολείτης καὶ κόλων Ἀντιοχεὺς μητροπολίτης καὶ ἄλλων πολλῶν πόλεων πολίτης σαλπιγκτὴς ὀλυμπιονίκης πολλάκις πυθιονίκης καπιτωλιονίκης ἀκτιονίκης πλειστονίκης παράδοξος διοικήσας τὸν ἀγῶνα ἐτέλεσα τὴν διπλῆν. ψήφισμα τῆς ἱερᾶς μουσικῆς Διοκλητιανῆς καὶ Μαξιμιανῆς οἰκουμενικῆς περιπολιστικῆς μεγάλης συνόδου τῶν ἀφιγμένων ἐν ταύτῃ τῇ λαμπρᾷ καὶ λογιμωτάτῃ καὶ σεμνοτάτῃ Πανοπολειτῶν πόλει ἐπὶ τῆς ζ Πυθιάδος ἀγῶνος ἀγομένου ἱεροῦ εἰσελαστικοῦ οἰκουμενικοῦ σκηνικοῦ γυμνικοῦ πυθικοῦ Περσέως Οὐρανίου τῶν μεγάλων Πανείων, ἔδοξεν παραβληθῆναι διπλῇ θειῶν προσταγμάτων σημανθέντα τῇ ἱερᾷ τοῦ καθηγεμόνος ἡμῶν Διονύσου σφραγίδι ἀναδοθῆναι τῇ κρατίστῃ βουλῇ καὶ τῷ λογίμῳ δήμῳ τῆς Ὀξυρυγχιτῶν λαμπρᾶς καὶ λαμπροτάτης πόλεως. εἰσηγησαμένου Αὐρήλίου Κασυλλᾶ Πανοπολείτου καὶ Ἀντινοέως ὀλυμπιονίκου πυθιονίκου πλειστονίκου παραδόξου, ἐπιψηφισαμένου Μάρκου Αὐρηλίου Ἀγρικολάου Πανοπολείτου σαλπιγκτοῦ ὀλυμπιονίκου πυθιονίκου πλειστονίκου παραδόξου. ἐστεφανῶσθαι καὶ προσεληλυθέναι πορφυροφο… τῷ χρυσῷ στεφάνῳ τοὺς καθοσιωμένους τῇ θείᾳ τύχῃ τῶν κυρίων ἡμῶν ἀηττήτων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ ιβ κεκοσμημένους τε διὰ τιμῆς ἐλθεῖν ει…τη…ων, ἀνταμείβεσθαι δὲ ταῖς ἴσαις καὶ ὁμοίαις τιμαῖς

---

Documentary Papyri, Pap.Agon.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/pap.agon.
