# Pap.Agon. 5

Documentary Papyri, Pap.Agon., Pap.Agon. 5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/pap-agon/5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/pap-agon/5

… ἐπὶστολὴ θεοῦ Σεουήρου· ἦν εἰκὸς ὑμᾶς τοὺς τὴν ἱερὰν σύνοδον νέμοντας ἡσθῆναι ἐπὶ τῷ εἰς ἐμὲ περιεληλυθέναι τὴν τῶν ὅλων κηδεμονίαν καὶ βασιλείαν καὶ διὰ ψηφίσματος φανερὰν ποιῆσαι τὴν γνώμην ἣν ἔχετε πρὸς ἡμᾶς· εὐχαριστεῖν δὲ ἐπὶ τούτοις βουλόμενος, ὁπόσα εἴχετε ἐξ ἀρχῆς ὑπὸ τῶν πρὸ ἐμοῦ αὐτοκρατόρων δεδομένα ὑμῖν δίκαια καὶ φιλάνθρωπα, ταῦτα καὶ αὐτὸς φυλάττω, προσαύξειν ἐθέλων καὶ διὰ τιμῆς ἄγειν ἄνδρας μουσικοὺς καὶ ταῖς πρὸς τὸν Διόνυσον θρηισκείαις ἀνακειμένους. εὐτυχεῖτε. θέων Σεουήρου καὶ Ἀντωνίνου· τοῖς ψηφίσμασιν ὑμῶν καὶ πάνυ πεφροντισμένως ἐνετύχομεν ὡς μήτε ὑστερεῖν τι ὑμῖν τῶν ὑπαρχόντων δικαίων μήτε … μήτε τι τῶν ἐκ παλαιοῦ νενομισμένων … μήτε τι τῶν ἐπὶ τὸ βέλτιον παρεσχημένων. εὐτυχεῖτε. θεοῦ Ἀλεξάνδρου· ὅσα θεῷ Ἀντωνίνῳ πατρὶ ἐμῷ καὶ θεῷ Σεουήρῳ πάππῳ μου καὶ τοῖς ἄνωθεν προγόνοις ἐκρίθη περὶ ὑμῶν καὶ τῶν δεδομένων ὑμῖν δικαίων … πολλάκις ἀπεφηνάμην κύρια εἶναι. οἱ καθʼ ἑκάστην πανήγυριν ἀγωνοθέται πειθαρχήσουσιν. Ὀξυρυγχειτῶν ἄρχουσι βουλῇ, διὰ Αὐρηλίου … τος βουλευτοῦ, ἐνάρχου πρυτανέως τῆς Ὀξυρυγχειτῶν … πόλεως … τῆς ἱερᾶς οἰκουμενικῆς περιπολιστικῆς μεγάλης συνόδου τοῖς ἀξιολογωτάτοις χαίρειν· τοῦ γενομένου ψηφίσματος περὶ τοῦ ὑπὸ τῶν τῆς αὐτῆς συνόδου … …α…τι εἰς τὴν αὐτὴν ἱεράν σύνοδον καὶ τῶν προτεταγμένων τῶν περὶ ἀσυλίας θείων αὐτοκρατορικῶν διατάξεων τὰ ἴσα ἐντάξας καὶ ἐπιφέρων ἀξιῶ ἀκόλουθα ὑμᾶς τουτοῖς πρᾶξαι. ἐρρῶσθαι ὑμᾶς εὔχομαι, φίλτατοι. … ἔτους … Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ. Φα… ψήφισμα τῆς ἱερᾶς μουσικῆς καὶ περιπολιστικῆς μεγάλης οἰκουμενικῆς μεγάλης συνόδου τῶν περὶ τὸν Διόνυσον τεχνιτῶν ἱερονικῶν στεφανιτῶν καὶ τῶν τούτων συναγωνιστῶν τῶν ἀφιγμένων … … ἃ ἔδοξεν παραβληθῆναι … … ἀναδοθῆναι …

---

Documentary Papyri, Pap.Agon.. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/pap.agon.
