# Pap.Choix 22

Documentary Papyri, Pap.Choix, Pap.Choix 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/pap-choix/22
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/pap-choix/22

… … καὶ ὡς χρηματίζει … παρὰ Αὐρηλίου Φ…ος προστάτου. λόγος λημμάτων καὶ ἀναλωμάτων. τῶν δέ μοι γενομένων τῶν ἀπὸ Θὼθ θ ἔτους καὶ η ἔτους καὶ α ἔτους ἕως Μεσορὴ τοῦ αὐτοῦ θ ἔτους καὶ η ἔτους καὶ α ἔτους λημμάτων καὶ ἀναλωμάτων. ἔστι δὲ ὁ λόγος· παρὰ Σιλβανοῦ Ἀριάμμωνος οἰνοπράτου τιμῆς οἴνου κυρωθέντος αὐτῷ ἀπὸ κτήματος πρὸς κώμῃ Σιναρχῆβι κεραμίων ρα ὡς τῶν κεραμίων ρα δραχμὰς φ ἐπὶ τοῦ Μεχεὶρ εἰς Πρερῆ δραχμαὶ φ, παρὰ Σιλβανοῦ, ἀδελφοῦ Ὀρφανοῦ, καὶ ἄλλου οἰνοπράτου τιμῆς οἴνου κυρωθέντος αὐτοῖς ἐπὶ τοῦ αὐτοῦ μηνὸς Μεχεὶρ εἰς Πρερῆ κεραμίων ρα τοῦ αὐτοῦ κτήματος τῆς αὐτῆς τιμῆς δραχμαὶ φ, παρὰ Ἁτρῆτος ἀρχιφύλακος οἰνοπράτου τιμῆς οἴνου κυρωθέντος αὐτῷ ἐπὶ τοῦ Φαμενὼθ κεραμίων ροδ ὡς τῶν ρ δραχμὰς φ, ἐκκρουομένων ὑπὲρ ἐπωνίων κεραμίων β, κεραμίων ροβ τοῦ αὐτοῦ κτήματος δραχμαὶ ων, παρὰ τοῦ αὐτοῦ Ἁτρῆτος τιμῆς οἴνου κυρωθέντος αὐτῷ ἐπὶ τοῦ Φαρμοῦθι κεραμίων ρα τοῦ αὐτοῦ κτήματος πρὸς τῇ Σιναρχῆβι δραχμαὶφ, παρὰ Σιλβανοῦ Ἀριάμμωνος οἰνοπράτου τιμῆς οἴνου κυρωθέντος αὐτῷ ἀπὸ κτήματος Κιρκᾶ ὡς τῶν κεραμίων ρα δραχμὰς φμ ἐπὶ μηνὸς Τῦβι κεραμίων ρξη δραχμαὶωλϛ, παρὰ Σιλβανοῦ, ἀδελφοῦ Ὀρφανοῦ, καὶ Αἰμιλίου οἰνοπρατῶν, κυρωθέντων αὐτοῖς ἀπὸ κτήματος Κιρκᾶ ἐπὶ μηνὸς Μεχεὶρ εἰς Πρερῆ κεραμίων ρκ, κεραμίων ρκ δραχμαὶ χ παρὰ Ἁτρῆτος οἰνοπράτου τιμῆς οἴνου κεραμίων ρα κυρωθέντος αὐτῷ ἐπὶ τοῦ Φαμενὼθ τοῦ αὐτοῦ κτήματος τῆς αὐτῆς τιμῆς δραχμαὶ φ, παρὰ τοῦ αὐτοῦ Ἁτρῆτος τιμῆς οἴνου κυρωθέντος αὐτῷ ἐπὶ τοῦ Φαρμοῦθι τοῦ αὐτοῦ κτήματος τῆς αὐτῆς τιμῆς κεραμίων ρα δραχμαὶ φ, παρὰ Ἀλῆτος Πόλιτος καὶ κληρονόμων Διοσκόρου Λήους γεωργῶν ἀπὸ κώμης … σιυ ὑπὲρ ἀργυρικοῦ φόρου, ὧν γεωργοῦσι ἀρουρῶν ιϛ ἀπὸ ἀρουρῶν νβ κατὰ κοινωνίαν Ὑπερεχίου πυρῷ χόρτῳ, κατὰ τὸ ἔτος τῆς ἐν χόρτῳ ἀνὰ δραχμὰς ιϛ γενομένηςδραχμαὶσνϛ, παρὰ Παήσιος καὶ Σόϊτος καὶ μετόχων γεωργῶν ἀπὸ Ἰβιῶνος ὑπὲρ ἀργυρικοῦ φόρου, ὧν γεωργοῦσι ἀρουρῶν ιδ ἀπὸ κοινῶν ἀρουρῶν μα περὶ τὴν αὐτὴν κώμην …

---

Documentary Papyri, Pap.Choix. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/pap.choix.
