# Psi 1 41

Documentary Papyri, Psi 1, PSI 1 41. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-1/41
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-1/41

… … ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ Αὐρηλία Ἡραὶς Διδύμου μητρὸς Ἰσιδώρας … οὐλὴ ἀντικνημίῳ ἀριστεροῦ ποδὸς ἀπὸ τῆς αὐτῆς Ἀντινόου πόλεως … μητρὸς καὶ …ης τῆς προκειμένης Ἰσιδώρας … ἀπὸ τῆς αὐτῆς Ἀντινόου πόλεως. ηὐχόμην μὲν συνεῖναι … ἀνδρὶ Παγένει ᾧ συνήφθην ἐκ παρθενίας μεθʼ οὗ …σάμην καὶ νῦν οὐδὲ ἕνα ἔχω παῖδα ὃν προσεδοκώμην …αι πρὸς ἐμὲ καὶ σωφρονεῖν διὰ παντὸς καὶ πράττειν … καὶ σεμνῶς ἀναστρέφεσθαι καὶ τιμᾶν με καὶ ἀγαπᾶν … εὐγενῆ οὖσαν καὶ ἐκ σεμνῶν γονέων καὶ εὐδοκίμων· ἐπειδὴ δὲ … ἐνήλλακται εἰς ἐμὲ καὶ τούτου ἡ φύσις καὶ ἡ προαίρεσις μετεβλήθη …τρόπον καὶ παντελῶς μου κατεφρόνησεν καὶ τῶν ἐμῶν … χρησάμενος τούτοις κακῶς καὶ ἀσωτεύων καὶ πράττων … ἃ μὴ ταῖς εὐγενέσι πρέπει, παροξυνόμενος ὑπὸ τῆς ὁμογνησίας αὐτοῦ ἀδελφῆς …ς καὶ συμβουλευόμενος παρʼ αὐτῆς ἐμὲ μὲν ἐκβαλεῖν, ἔχειν δὲ αὐτὴν γυναῖκα … τοῦτο ὑπουργῶν τῇ ἰδίᾳ ἀδελφῇ καὶ πειθόμενος ταῖς συμβουλείαις αὐτῆς …εὶς ἐξέωσέ με ἄνευ αἰτίας πρὸ δέκα τούτων ἐνιαυτῶν εἰς τὴν παροῦσαν ἀπορίαν …ένη μετατίθεσθαι τὸν ἄνδρα καὶ ἧττον ἐφρόντισεν καὶ προσθήκην … τῶν εἰρημένων, προσῆλθον τῷ δικαστηρίῳ κατʼ αὐτοῦ καὶ οὐδαμῶς …βήθη. εἴθε μὴ τεθέαμαι αὐτὸν, εἴθε μὴ συνήφθην αὐτῷ ἐξ ἀρχῆς …μένης· κατηνάλωσεν γὰρ τὰ ἡμέτερα καὶ οὐ προσ-… εἰς ταῦτα ἐλθεῖν … ἀνυσθῆναι· ταῦτα γὰρ ἀνελευθέρων εἷς εἶναι πείθει με καὶ τὰ συμβεβηκότα μοι …καια τι ἥκιστα ἅπερ ἡ φύσις μισεῖ καὶ οὐκ ὤκνησα φέρειν ἐπὶ τοσοῦτον χρόνον …σωφρονεῖν καὶ ἡσυκάζειν τὸν ἄνδρα προσδοκωμένη καὶ μεταβάλλεσθαι τοῦ …ελεσασθαι τῷ συνοικεσίῳ οδ…καθηκα…ς τίθεται μείζονα …

---

Documentary Papyri, PSI 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;1.
