# Psi 1 59

Documentary Papyri, Psi 1, PSI 1 59. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-1/59
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-1/59

ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου μεγίστου εὐεργέτου Φλαουίου Μαυρικίου Νέου Τιβερίου τοῦ αἰωνίου αὐγούστου καὶ αὐτοκράτορος ἔτους ιε ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου ἔτους ιδ Ἁθὺρ ζ ἰνδικτίονος ιε Φλαουίῳ Ἀπίωνι τῷ πανευφήμῳ καὶ ὑπερφυεστάτῳ ἀπὸ ὑπάτων γεουχοῦντι καὶ ἐνταῦθα τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει, διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχήν, Αὐρήλιος Κυριακὸς υἱὸς … μητρὸς … ὁρμώμενος ἀπὸ ἐποικίου Ἀλησίου τοῦ Ὀξυρυγχίτου νομοῦ. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει ἐπομνύμενος τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρὰ τῇ ὑμῶν ὑπερφυείᾳ διὰ τῶν αὐτῇ προσηκόντων τὸν δεῖνα υἱὸν … μητρὸς Σοφίας ὁρμώμενον ἀπὸ ἐποικίου … διαφέροντος τῇ ὑμετέρᾳ ὑπερφυείᾳ, ἐναπόγραφον αὐτῆς γεωργὸν, ἐφʼ ᾧ τε αὐτὸν ἀδιαλείπτως παραμεῖναι καὶ διάγειν ἐν τῷ αὐτῷ κτήματι μετὰ τῶν αὐτοῦ φιλτάτων καὶ γαμετῆς καὶ πάσης τῆς αὐτοῦ ἀποσκευῆς …

---

Documentary Papyri, PSI 1. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;1.
