# Psi 10 1098

Documentary Papyri, Psi 10, PSI 10 1098. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-10/1098
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-10/1098

ἔτους α, Μεσορὴ κθ. ἐμίσθωσεν Ἀρίστων Πύρρου τῶν Χομήνιος κληρούχων ἱππέων Σωκράτηι Πτολεμαίου καὶ Φανήσι Παλῶτος γῆς ἀρούρας γ περὶ Τεβτῦνιν εἰς τὸ β ἔτος ἐκφορίου πυροῦ ἀρταβῶν κζ καὶ ἀπέχει Ἀρίστων πυροῦ ἀρτάβας ιε. βασιλευούσης Κλεοπάτρας θεᾶς φιλοπάτορος ἔτους πρώτου, ἐφʼ ἱερέως Ἀλεξάνδρου καὶ τῶν ἄλλων τῶν γραφομένων ἐν Ἀλεξανδρείᾳ, μηνὸς Ὑπερβερεταίου ἐνάτηι καὶ εἰκάδι Μεσορὴι ἐνάτηι καὶ εἰκάδι, ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Ἀρίστων Πύρρου τῶν διὰ Χομήνιος κληρούχων ἱππέων Σωκράτηι Πτολεμαίου και Φανήσι Παλῶτος, τοῖς δυσὶ Πέρσαις τῆς ἐπιγονῆς, ἀπὸ τοῦ ὄντος αὐτῶι κλήρου γῆς ἀρούρας τρεῖς περὶ τὴν προγεγραμμένην κώμην Τεβτῦνιν, ὧν γείτονες νότου διῶρυξ, βορρᾶ Πτολεμαίου κλῆρος, λιβὸς διῶρυξ, ἀπηλιώτου φυλακιτι…ος κλῆρος. ἡ μίσθωσις ἥδε εἰς ἐνιαυτὸν ἕνα εἰς τὸ δεύτερον ἔτος, ἐκφορίου τοῦ παντὸς πυρῶν ἀρταβῶν εἰκοσιεπτὰ ἄνευ σπέρματος ἀκινδύνων παντὸς κινδύνου καὶ ἀνυπολόγων πάσης φθορᾶς πλὴν ἀβρόχου ἢ καταβρόχου, ἥτις ἐὰν γένηται ἐν τῆι γῆι ταύτηι ἕως Ἁθὺρ τριακάδος, τῆς δὲ γενομένης ὑπόλογος ἔστω ἐκ τῶν προκειμένων ἐκφορίων κατὰ λόγον τῆς ἀβροχίας ἕκαστον. καὶ ἀπέχει Ἀρίστων παρὰ τῶν προκειμένων ἀπὸ τῶν ἐκφορίων πυρῶν ἀρτάβας δεκαπέντε . βεβαιούτω δὲ Ἀρίστων τοῖς μεμισθωμένοις τὴν μίσθωσιν ταύτην ἐπὶ τὸν συγγεγραμμένον χρόνον ἀπό τε βασιλικῶν καὶ ἰδιωτικῶν ὀφειλημάτων πάντων. ἐὰν δὲ μὴ βεβαιοῖ καθὰ γέγραπται, ἀποτεισάτω Ἀρίστων τοῖς μεμισθωμένοις ἃς ἔχει παρʼ αὐτῶν σὺν ἡμιολίᾳ καὶ ἐπίτιμον χαλκοῦ τάλαντα εἴκοσι καὶ τὸ βλάβος. βεβαιουμένης δὲ τῆς μισθώσεως μηθὲν παρασυγγραφοῦντος ἀποδότωσαν αὐτοὶ οἱ μεμισθωμένοι Ἀρίστωνι τὰ λοιπὰ τῶν ἐκφορίων ἐν μηνὶ Παῦνι τοῦ δευτέρου ἔτους καταστήσαντες τοῖς ἰδίοις ἀνηλώμασιν εἰς τὴν προγεγραμμένην κώμην Τεβτῦνειν οὗ ἐὰν Ἀρίστων συντάσσηι πυρὸν νέον καθαρὸν καὶ ἄδολον ἀπὸ πάντων, μέτρωι τῶι τῆς κώμης τετραχοινίκωι δρόμωι μετρήσει δικαίᾳ. ἧς δʼ ἂν ἀρτάβης μὴ ἀποδῶσιν καθὰ γέγραπται, ἀποτεισάτωσαν αὐτοὶ οἱ προγεγραμμένοι Ἀρίστωνι ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας ἢ τὴν ἐσομένην πλείστην τούτου τιμὴν ἐν τῆι τῆς αὐτῆς κώμης ἀγορᾷ. ἐὰν δέ τι πραχθῶσιν οἱ μεμισθωμένοι ὑπὲρ τῆς γῆς ταύτης ἢ ὑπὲρ αὐτοῦ Ἀρίστωνος εἰς τὸ βασιλικὸν ἢ ἰδιωτικὸν ἢ ἄλλην τινὰ εἰσφοράν, ἐπιδειξάτωσαν σύμβολον ὁμόλογον, καὶ ὑπολογείτω ἐκ τῶν προκειμένων ἐκφορίων. ἐὰν δὲ μὴ ἐκποιῶσιν ὥστε κομίσασθαι, ἐξεῖναι αὐτοῖς, ἐὰν αἱρῶνται, ἐπιγεωργεῖν τὴν αὐτὴν γῆν εἰς τὸν μετὰ ταύτην τὴν μίσθωσιν χρόνον, ἕως ταῦτα ἑαυτῶν ἐκ πλήρους πάντα κομίσωνται μετὰ τῶν καθηκόντων ἐκφορίων, τοῦ μὲν σιτικοῦ σὺν ἡμιολίᾳ, τοῦ δὲ χαλκ…ον ἀνὰ τῆς ἀρτάβης χαλκοῦ δραχμὰς ἑξακοσίας . ἐὰν δὲ ἐπιλείπωνται ἐκφορίου, ἑκάστης ἀρούρας πυρῶν ἀρτάβας τρεῖς . ἡ συγγραφὴ κυρία. μάρτυρες Πτολεμαῖος Πτολεμαίου, Ἀκουσίλαος Μάρωνος, Νικίας Ἀπολλωνίου, οἱ τρεῖς Μακεδόνες· Ἀπολλώνιος Μενν…, Ἀνίκητος Πτολεμαίου, Κόνων Κόνωνος, οἱ τρεῖς τῶν κατοίκων ἱππέων. συγγραφοφύλαξ Πτολεμαῖος Ἀρίστων Πύρρου τῶν διὰ Χομήνιος κληρούχων ἱππέων μεμίσθωκα ἀπὸ τοῦ ὑπάρχοντός μοι κλήρου γῆς ἀρούρας τρεῖς περὶ Τεβτῦνιν εἰς τὸ δεύτερον ἔτος ἐκφορίου τοῦ παντὸς πυροῦ ἀρταβῶν εἰκοσιεπτά

---

Documentary Papyri, PSI 10. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;10.
