# Psi 10 1134

Documentary Papyri, Psi 10, PSI 10 1134. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-10/1134
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-10/1134

ἔτους ἑνδεκάτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, μηνὸς Δομιτιανοῦ κε, ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Πακῆβκις ὁ καὶ Πετεμῖνις Ὀννώφρεως ὡς ἐτῶν ἑξηκονταδύο οὐλὴ μετώπωι μέσωι Πανήσι Πανήσιος ὡς ἐτῶν τριακονταὲξ οὐλὴ μετώπωι μέσωι μεμισθωκέναι αὐτῶι Πανήσι, εἰς τὸ τρεισκαιδέκατον ἔτος Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ, ἀφʼ ὧν γεωργεῖ ὁ Πακῆβκεις ὁ καὶ Πετεμῖνις περὶ Τεβτῦνιν δημοσίων ἐδαφῶν αμη γῆς ἄρουραν α κοινὴν καὶ ἀδιαίρετον ἀπὸ τῶν ἐν μισθώσει …θου γύου γῆς ἀρουρῶν πέντε ἢ ὅσων ἐὰν ὦσι, διὰ τὸ τὰς λοιπὰς ἀρούρας τέσσαρας προμεμισθῶσθαι τὸν αὐτὸν Πανῆσιν παρὰ τοῦ Πακήβκιος τοῦ καὶ Πετεμίνιος καθʼ ἑτέραν μίσθωσιν εἰς τὸ αὐτὸ τρεισκαιδέκατον ἔτος, ἃς καὶ μένειν κυρίας. τὰς δὲ ὅλας ἀρούρας πέντε εἰς σπορὰν πυροῦ, τῆς τῶν σπερμάτων χωρηγίας καὶ τῶν γεωργικῶν ἔργων πάντων καὶ φορέτρων ἐπισπουδασμοῦ ὄντων πρὸς τὸν Πανῆσιν, τῶν τε λοιπῶν δημοσίων τελεσμάτων ὄντων πρὸς τὸν Πακῆβκιν· ὃν καὶ ἔχειν παρὰ τοῦ Πανήσιος εκ … τιμὴν ἐκ πλήρους … καὶ βεβαιώσειν τὸν Πακῆβκιν πάσῃ βεβαιώσει τῷ Πανήσει καὶ τοῖς παρʼ αὐτοῦ … …φορέτρων ἐπισπουδασμοῦ … ὡς ἐτῶν νη οὐλὴ γόνατι ἀριστερῷ. … ὡς ἐτῶν κθ οὐλὴ δακτύλῳ μέσωι. Πακῆβκις ὁ καὶ Πετεμῖνις Ὀννώφρεως ὁ προγεγραμμένος μεμίσθωκα Πανήσι Πανήσιος …

---

Documentary Papyri, PSI 10. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;10.
