# Psi 10 1143

Documentary Papyri, Psi 10, PSI 10 1143. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-10/1143
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-10/1143

ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ, Ἁθὺρ η, ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσαν Ψοῖφις ὡς ἐτῶν ἑξηκονταδύο οὐλὴ μετώπῳ καὶ Πανῆσις ὡς ἐτῶν τεσσεράκοντα ἄσημος, ἀμφότεροι Πακήβκιος τοῦ Ψύφεως, ἱερεῖς τοῦ ἐν τῇ κώμῃ Τεβτύνει λογίμου ἱεροῦ, Ψύφει ὡς ἐτῶν τριακονταεννέα οὐλὴ μετώπῳ καὶ Κρονίωνι ὡς ἐτῶν τριακονταενὸς οὐλὴ ποδὶ ἀριστερῷ, ἀμφοτέροις Παώπεως τοῦ Ψύφεως, ὁμοίως ἱερεῦσι τοῦ αὐτοῦ ἱεροῦ, ἃς τυγχάνουσι μεμισθῶσθαι οἱ περὶ τὸν Ψοῖφιν Πακήβκιος παρὰ τῶν περὶ τὸν Ψοῖφιν Παώπεως, κατὰ μίσθωσιν γεγονυῖαν διὰ τοῦ αὐτοῦ γραφείου τῷ τετάρτῳ καὶ εἰκοστῷ ἔτει θεοῦ Αἰλίου Ἀντωνείνου μηνὶ Φαμενὼθ περὶ κώμην Τεβτῦνιν, γῆς βασιλικῆς ἱερευτικῆς ἀρούρας τρεῖςἥμισυ τέταρτον ἢ ὅσαι ἐὰν ὦσι ἐν τῷ λεγομένῳ Λααρχικῷ γύωι, ὧν γείτονες νότου τῶν μεμισθωμένων ἑτέρα γῆ, βορρᾶ πρότερον Παώπεως Πετοσίρεως γῆ, λιβὸς καὶ ἀπηλιώτου διώρυγες διʼ ὧν ποτίζεται καὶ ἐκχεῖται ἡ γῆ. ἡ μίσθωσις ἥδε ἐπὶ τὰ ἀπολείποντα διὰ τῆς εἰς τοὺς περὶ τὸν Ψῦφιν Πακήβκιος προγενομένης μισθώσεως ἔτη ἑξηκονταοκτὼ ἀπὸ τοῦ ἐνεστῶτος πέμπτου ἔτους. ἀντὶ δὲ τῶν ὑπὲρ τῶν μεμισθωμένων ἀρουρῶν τριῶν ἡμίσουςτετάρτου δημοσίων τελεσμάτων πάντων σιτικῶν τε καὶ ἀργυρικῶν ὧν μετρήσουσι καὶ τελέσουσι οἱ περὶ τὸν Ψῦφιν Παώπεως ἀπὸ τοῦδε τοῦ πέμπτου ἔτους, καὶ οὗ ἐσχήκασι παρʼ αὐτῶν οἱ περὶ Ψῦφιν Πακήβκιος ἀργυρικοῦ διαπείσματος, σπείροντες τὰς ἀρούρας κατʼ ἔτος οἷς ἐὰν αἱρῶνται. μένειν οὖν αὐτοῖς τὴν μίσθωσιν ἐπὶ τοῖς προκειμένοις, καὶ βεβαιώσειν τοὺς περὶ τὸν Ψῦφιν Πακήβκιος τοῖς περὶ τὸν Ψῦφιν Παώπεως τὰ κατὰ τὴν μίσθωσιν ταύτην πάσῃ βεβαιώσει ἀπὸ πάντος τοῦ ἐπελευσομένου. Ψῦφις καὶ Πανῆσις ἀμφότεροι Πακήβκεως μεμισθώκαμεν τῷ Ψύφι καὶ Κρονίωνι τὰς τρεῖς ἥμισυτέταρτον ἀρούρας ἐν τῷ λεγομένῳ Λααρχικῷ γύῳ εἰς ἔτη ἑξηκονταοκτὼ ἀπὸ τοῦ πέμπτου ἔτους ἀντὶ τῶν δημοσίων καὶ οὗ ἐσχήκαμεν διαπείσματος καὶ βεβαιώσομεν καθὼς πρόκειται. Ψῦφις ἔγραψα τὰ πλεῖστα Πανῆσις Πακήβκις συνμεμίσθωκα σὺν τῷ ἀδελφῷ μου ἐπὶ ἔτη ἑξηκονταοκτὼ διαπείσματος καθὼς πρόκειται. ἀναγέγραπται διὰ γραφείου Τεβτύνεως. μίσθωσις Ψοίφεως καὶ Πανήσιος εἰς Ψῦφιν καὶ Κρονίωνα ἀρουρῶν γ 𐅵 δ

---

Documentary Papyri, PSI 10. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;10.
