# Psi 12 1239.r.1-17

Documentary Papyri, Psi 12, 1239.r.1 to 1239.r.17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-12/1239.r.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-12/1239.r.1

μετὰ τὴν ὑπατείαν Φλαουίων Φλωρεντίου καὶ Διονυσίου τῶν λαμπροτάτων, Θὼθ κα ιδ ἰνδικτίονος, ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. Αὐρήλιοι Βίκτωρ Σύρου μονάζων ἑξῆς ὑπογράφων καὶ οἱ τούτου ἀδελφιδοὶ Νόννα καὶ Φοιβάμμων καὶ Τσουρωσία ἐκ μητρὸς Αιονης, διʼ ἐμοῦ τοῦ κυρίου αὐτῶν πατρὸς Αὐρηλίου Κολλούθου τοῦ Ἀνόχιος μητρὸς Νόννας φυλῆς Ὀσιραντινοίδος ἐπιστάτου τυλοπλόκων τοῦ καὶ ἀναδεχομένου τὴν γνώμην καὶ τὴν προαίρεσιν τῶν ὑπεξουσίων αὐτοῦ παίδων καὶ ἐγγυωμένου ἰδίῳ αὐτοῦ κινδύνῳ πᾶσαν πίστιν καὶ βεβαίωσιν τῆσδε τῆς πράσεως ἐφʼ αἷς περιέχει διαστολαῖς πάσαις οἱ πάντες ἀπὸ Ἀντινόου πόλεως τῆς λαμπροτάτης, Αὐρηλίῳ Βίκτορι Πεεῦτος ἀπὸ τῆς αὐτῆς Ἀντινοέων φυλῆς Παυλίνης ἀμπελουργῷ χαίρειν. ὁμολογοῦμεν κατὰ τήνδε τὴν ἁπλῆν ἔγγραφον ἀσφάλειαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἑξῆς ἅπαντα χρόνον πεπρακέναι σοι καὶ καταγεγραφέναι πληρεστάτω παντὶ δεσποτικῷ δικαίῳ καὶ καλῇ πίστει τὸ ὑπάρχον ἡμῖν ἐξ ἴσου κατὰ τὸ ἕκτον μέρος καὶ ἐλθὸν εἰς ἡμᾶς ἀπὸ δικαίου κληρονομίας Ἀπίας τῆς ἀπογενομένης μητρὸς μὲν ἐμοῦ τοῦ Βίκτορος, μάμμης δὲ ἡμῶν Νόννης καὶ Φοιβάμμωνος καὶ Τσουρωσίας τρίτον μέρος οἰκίας ὁλοκλήρου μονοστέγου οἵας ἐστὶν διαθέσεως καὶ χρηστηρίων καὶ ἀνηκόντων πάντων κατὰ κοινωνίαν τοῦ λοιποῦ διμοίρου μέρους σοῦ τοῦ Βίκτορος εἰς συμπλήρωσιν τῆς πάσης οἰκίας οὔσης ἐπὶ τῆς αὐτῆς Ἀντινοέων ἐν τῷ γ γράμματι πλινθείῳ ιγ νευούσης εἰς βορρᾶ, ἧς γείτονες νότου οἰκία ὑπὸ Θατρῆν ἐλαιοπωλοῦσαν, βορρᾶ δημοσία ῥύμη διʼ ἧς εἴσοδος καὶ ἔξοδος, ἀπηλιώτου τὰ Βίκτορος, λιβὸς οἰκία τῆς ἁγίας καθολικῆς ἐκκλησίας, ἢ οἷοι ἐὰν ὦσι γείτονες πάντῃ πάντοθεν, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης χρυσοῦ νομισματίων δεσποτικῶν δοκίμων εὐστάθμων δύο, γίνονται χρυσοῦ νομισμάτια β, ἅπερ αὐτόθεν ἡμεῖς οἱ ἀποδόμενοι ἐκ πλήρους ἠριθμήμεθα παρὰ σοῦ τοῦ ὠνουμένου διὰ χειρὸς σοῦ εἰς χεῖρας ἡμῶν, εἰς τὸ ἀπὸ τοῦ νῦν σὲ κρατεῖν καὶ κυριεύειν καὶ δεσποτεύειν τοῦ καθὼς πρόκειται πραθέντος σοι ὑφʼ ἡμῶν προκειμένου τρίτου μέρους τῆς οἰκίας μετὰ παντὸς τοῦ δικαίου αὐτοῦ, οὗ τὴν νομὴν καὶ τὴν δεσποτείαν ἐντεῦθεν σοὶ παραδεδώκαμεν καὶ τοὺς παρὰ σοῦ μεταπαραλημψομένους δεσπόζοντας χρωμένους καὶ διοικοῦντας καὶ οἰκονομοῦντας καὶ ἐπιτελοῦντας περὶ αὐτοῦ καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἀνεμποδίστως, βεβαιούντων ἡμῶν τῶν πωλούντων καὶ τῶν παρʼ ἡμῶν σοί τε τῷ πριαμένῳ καὶ τοῖς παρά σου πάσῃ βεβαιώσει ἀπὸ παντὸς διὰ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένου, ἢ ἐκτίσειν σοι τὴν προκειμένην

---

Documentary Papyri, PSI 12. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;12.
