# Psi 12 1248

Documentary Papyri, Psi 12, PSI 12 1248. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-12/1248
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-12/1248

Μενεσθιανὸς Ἀπολλωνιανῶι καὶ Σπαρτιάτῃ εὐθυμεῖν μάρτυρες οἱ θεοὶ ὡς πυθόμενος περὶ τοῦ κυρίου μου, υἱοῦ ὑμῶν, οὕτως ἠχθέσθην καὶ ἐπένθησα ὡς ἴδιον τέκνον· καὶ γὰρ ἀξιοφίλητον ᾖν· καὶ ὁρμὴν ἔχοντά με ἐξορμῆσαι πρὸς ὑμᾶς Πινουτίων ἐπέσχεν, φάσκων σὲ τὸν κύριόν μου Ἀπολλωνιανὸν παρηγγελκέναι αὐτῷ μὴ ἀνελθεῖν με ὡς σοῦ εἰς Ἀρσινοείτην γεινομένου. ἀλλὰ γενναίως φέρετε· τοῦτο γὰρ καὶ τοῖς θεοῖς ἀπόκειται. ἐν πᾶσί σοι, κύριέ μου Ἀπολλωνιανέ, χάριτας ὁμολογῶ, ὅτι μου οὕτως προίστασαι ὡς σεαυτοῦ. καὶ ἐγὼ δὲ νῦν δυνάμενος ἐμαυτὸν ἀμείψασθαι πρὸς τὸν Χαιρήμονα ἐφʼ οἷς με διέθετο, ἠνεσχόμην ἕως οὗ σοι δηλώσω. οὐ γὰρ ἀνθρωπίνως ἔπραξεν, καὶ αὐτὸς μὲν μετʼ ἄλλων πράγματα πράξας οὐδέπω οὐδὲν φάσκει τὰ ἐξ ἀνθρώπων ἡμᾶς διαθέμενος. ὅ τι οὖν ἐάν σοι δοκῇ, δήλωσόν μοι· οὐ γὰρ ἡσυχάζω αὐτὸς. ἴσον μέντοι τῆς χειρογραφίας ὑπὸ τοῦ διαπεμφθέντος γνωρίμου διεπεμψάμην σοι, ἵνα εἰδῇς. καὶ ἐγὼ μὲν Τ…η οἰκογενῆ παῖδα ἀπώλεσα ἄξιον ταλάντων δύο . ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου, μετὰ κυρίου μου Σπαρτιάτου θεοῖς πᾶσιν εὐθυμοῦντα. ἐὰν ᾖ γενόμενα τὰ προσαγγέλματα, πέμψον ἡμῖν. τῆς δὲ χειρογραφίας ἐστὶν ἀντίγραφον· Αὐρηλίῳ Παυλείνῳ στρατηγῷ Ἑρμοπολίτου παρὰ Μάρκου Αὐρηλίου Διονυσίου καὶ Αὐρηλίου Ἀμμωνίου ἀπὸ Ὀξυρύγχων πόλεως. συναπεστάλημεν ὑπὸ Αὐρηλίου Λεωνίδου στρατηγοῦ Ὀξυρυγχίτου, ἐκ τῶν γραφέντων αὐτῷ ὑπὸ Ἰουλίου Ἰουλιανοῦ τοῦ κρατίστου ἐπιστρατήγου, πρὸς ἃ ἀνήνεγκας αὐτῷ, γενέσθαι ἐνταῦθα καὶ γνωρίσαι τοὺς δηλωθέντας ὑπὸ Τίτου Φλαυίου Χαιρήμονος ἀμφοδογραμματέως τῆς Ὀξυρύγχων πόλεως ἄνδρας ἀριθμῷ ε. ὀμνύομεν τὴν Γαίου Ἰουλίου Οὐήρου Μαξιμίνου Καίσαρος τοῦ κυρίου τύχην ἐπιδεδημηκότες τοῖς ἐνθάδε μεμαθηκέναι τούτους εἰς τὴν ἰδίαν ἀποδεδημηκέναι ἀντιλημψομένους τῶν ἐπιβαλλουσῶν αὐτοῖς χρειῶν· ἢ ἔνοχοι εἴημεν τῷ ὅρκῳ. ἔτους β, Χοίακ ιζ τις καὶ τις διʼ ἐμοῦ τινὸς ὠμόσαμεν τὸν ὅρκον ὡς πρόκειται. Αὐρηλίωι Ἀπολλωνιανῶι …γυμνασιαρχ στρατηγήσαντι νομῶν.

---

Documentary Papyri, PSI 12. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;12.
