# Psi 12 1253

Documentary Papyri, Psi 12, PSI 12 1253. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-12/1253
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-12/1253

Σπαρτᾶς Παυσανίου τοῦ Σαραπίωνος μητρὸς Διδύμης γυμνασιαρχήσας τῆς Ὀξυρυγχειτῶν πόλεως Μάρκῳ Αὐρηλίῳ Κτησιδήμου τῷ καὶ Διονυσίῳ ἐξηγητεύσαντι τῆς αὐτῆς πόλεως καὶ ὡς χρηματίζει χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ ἐξ οἴκου σου ἀργυρίου σεβαστοῦ νομίσματος δραχμὰς μυρίας δισχιλίας , αἵ εἰσιν ἀργυρίου τάλαντα δύο , ἃ καὶ ἀποδώσω σοι μέχρι τριακάδος Φαῶφι τοῦ εἰσιόντος ὀγδόου καὶ εἰκοστοῦ ἔτους, τόκου τετρωβολείου ἑκάστῆς μνᾶς τοῦ μηνὸς ἑκάστου ἀπὸ τοῦ ὄντος μηνὸς Ἁθὺρ τοῦ ἐνεστῶτος ἑβδόμου καὶ εἰκοστοῦ ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. ἐὰν δὲ μὴ ἀποδῶ καθὰ γέγραπται, ἐκτείσω σοι τὸ μὲν προκείμενον κεφάλαιον μεθʼ ἡμιολίας, καὶ τόκον τοῦ ὑπερπεσόντος χρόνου τὸν αὐτὸν τετρωβόλειον, γινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. κυρία ἡ ἰδιόγραφός μου χεὶρ τοῦ Σπαρτᾶ δισσὴ γραφεῖσα πανταχῇ ἐπιφερομένη καὶ παντὶ τῷ ὑπὲρ σοῦ ἐπιφέροντι. ἔτους ἑβδόμου καὶ εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου εὐσεβοῦς εὐτυχοῦς σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ μεγίστου Βρετανικοῦ, Ἁθὺρ πεντεκαιδεκάτῃ.

---

Documentary Papyri, PSI 12. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;12.
