# Psi 12 1255

Documentary Papyri, Psi 12, PSI 12 1255. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-12/1255
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-12/1255

ἀντίγραφον τῷ δεῖνα καὶ Λουκιλλιανῶι βιβλιοφύλαξιν παρὰ … Καλπουρνίου Φίρμου καὶ ὡς χρηματίζει γενομένου κοσμητοῦ καὶ ἀνταρχιδικαστοῦ καὶ …κρατι…ουηριανῆς Ἀντωνινιανῆς τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων … Πτολεμαίου Φιλίππου τοῦ καὶ Ἁρποκρατίωνος ἀπʼ Ὀξυρύγχων πόλεως. καθʼ ἃ προήκατο … Καλπούρνιος Αὐρήλιος Ὡρίων καὶ ὡς χρηματίζει γενόμενος ἀγορανόμος καὶ εὐθηνιάρχης καὶ στρατηγὸς τῆς πόλεως καὶ πρεσβευτὴς καὶ ἀρχιδικαστὴς ἰδιόγραφα γράμματα τῷ ἐνεστῶτι … ἔτει …ολογι… Ἡρώδης καὶ Λαδικεὺς ἀμφότεροι Ἀπίωνος κατέγραψαν αὐτῷ περὶ Τυχιν … ἐκ τοῦ Ωφ… καὶ Χαμαξάνδρου κλήρου σιτικὰς ἀρούρας δεκατρεῖς προσγραφέντες …αλλου…κεναι ἑαυτοῖς ἐκ τοῦ αὐτοῦ κλήρου τὸ μὴ ὑποστέλλον τῇ εἰς αὐτὸν καταγραφῇ …ηνε… καταγεγράφθαι μοι ὑπʼ αὐτῶν ἐκ τοῦ αὐτοῦ κλήρου ἃς εἶχον ἐκ νότου τοῦ ποταμοῦ ἀρούρας τριακονταεννέα καὶ πρὸς συνχωρεῖν μὴ ἐπελεύσεσθαι ἐπὶ τὰς ἐκ νότου τοῦ ποταμοῦ ἀρούρας ὅσαι ἐὰν ὦσι ἀλλὰ ἀρκεῖσθαι αὐτὸν ταῖς ἐκ βορρᾶ τοῦ ποταμοῦ ἀρούραις καὶ ἐξεῖναί μοι τῶν … ἐκ νότου τοῦ αὐτοῦ ποταμοῦ ἀρουρῶν οἰκονομεῖν ὡς ἐὰν αἱρῶμαι, ὡς …ων δημοσιωθέντων ἐξ εὐδοκήσεως τοῦ Αὐρηλίου Ὡρίωνος τὸν ἀνα…ον χρηματισμὸν ἐπιφέρων ὑμῖν σὺν ἴσοις ἀντιγράφοις ἐπιδίδωμι τὸ … προκειμένας παραχωρηθείσας μοι ἐκ νότου τοῦ ποταμοῦ ἀρούρας τριακονταεννέα …νιας ἐδήλωσεν ὁ Αὐρήλιος Ὡρίων, τῷ Ἁθὺρ μηνὶ τοῦ η ἔτους τῶν κυρίων Αὐτοκρατόρων Σεουήρου καὶ Ἀντωνίνου καθʼ ἣν πεποίηται τῆς τοῦ αὐτοῦ Λαοδικέως ἡμισείας ἀπογραφῆς …λιας παραθε… μεθʼ ὑπομνήματος κατηντηκέναι εἰς αὐτοὺς ἐξ ὀνόματος …ς… τοῦ Ἀλεξάνδρου μητρὸς Λαοδίκης ἀπὸ τῆς αὐτῆς πόλεως …λαβω ἐκ τοῦ προκειμένου ωφει …ν μὴ ἀπογραφείσας ὑπʼ αὐτῆς …Ἀλεξάνδρου Ἀλεξάνδρου τοῦ Πτολεμαίου … αὐτοῦ παρακειμένη διαθήκη ω… …νου… πρότερον τῆς μητρὸς …ευτος ἀπὸ τῆς αὐτῆς πόλεως ὡς κατὰ … περὶ τὸν …την μητέρα αὐτοῦ ἀπόντος … …ησπ… …ολου… …ησε… …οσηρα… …κοσιεν… …υρα… …εν…

---

Documentary Papyri, PSI 12. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;12.
