# Psi 13 1319.1.1-1319.2.53

Documentary Papyri, Psi 13, 1319.1.1 to 1319.2.53. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-13/1319.1.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-13/1319.1.1

ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ σεβαστοῦ μηνὸς Νέου Σεβαστοῦ μιᾷ καὶ εἰκάδι ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Θαῆσις Πισάιτος … ὡς ἐτῶν πεντηκοντατριῶν φακὸς καρπῷ ἀριστερῷ μετὰ κυρίου τοῦ ἑαυτῆς συγγενοῦς Σαταβοῦτος τοῦ Ἑριέως ὡς ἐτῶν εἰκοσιὲξ οὐλὴ ἀντικνημίῳ δεξιῷ Πισάιτι Καλατύτου τοῦ Στοτοήτιος ὡς ἐτῶν τεσσερακονταδύο οὐλὴ ὀφρύι ἀριστερᾷ πεπρακέναι τὴν ὁμολογοῦσαν τὴν ὑπάρχουσαν αὐτῇ ἐπὶ τῆς Σοκνοπαίου Νήσου οἰκίαν στεγον καὶ αὐλὴν ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους μετὰ τῶν συγκυρόντων πάντων, ὧν γείτονες ὅλης τῆς οἰκίας καὶ αὐλῆς νότου … τοῦ Ἑριέως Ἰβίωνος οἰκία, βορρᾶ πρότερον Τανε …ς, νυνὶ δὲ τῶν τούτου τέκνων οἰκία, λιβὸς ῥύμη βασιλική, ἀπηλιώτου ψιλοῦ τόπου, καὶ ἀπέχειν παραχρῆμα τὴν ὁμολογοῦσαν παρὰ τοῦ Πισάιτος τὴν συγκεχωρημένην τιμὴν … ἐπισήμου ἀργυρίου δραχμὰς διακοσίας εἴκοσι , καὶ βεβαιώσειν τὴν Θαῆσιν καὶ τοὺς παρʼ αὐτῆς τῷ Πισάιτι καὶ τοῖς παρʼ αὐτοῦ πάσῃ βεβαιώσει. ὑπογραφεῖς τῆς μὲν Θαήσιος Σαταβοῦς Ἑριέως ὁ προγεγραμμένος καὶ κύριος, τοῦ δὲ Πισάιτος Ἀπύγχις Ἀπύγχιος ὡς ἐτῶν τεσσερακονταοκτὼ οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν. Θαῆσις Πισάιτος μετὰ κυρίου μου τοῦ συνγενοῦς μου Σαταβοῦτος Ἑριέως πέπρακα Πισάιτι Καλατύτου τοῦ Στοτοήτιος τὴν ὑπάρχουσάν μοι ἐπὶ Σοκνοπαίου Νήσου οἰκίαν …στεγον καὶ αὐλὴν ἐκ τοῦ πρὸς ἀπηλιώτην μέρους μετὰ τῶν συγκυρόντων πάντων, ὧν γείτονες νότου … τοῦ Ἑριέως Ἰβίωνος οἰκία, βορρᾶ πρότερον Τανε… νυνὶ δὲ τῶν τούτου τέκνων οἰκία, λιβὸς ῥύμη βασιλική, ἀπηλιώτου ψιλὸς τόπος· καὶ ἀπέχω τὰς διὰ τοῦ τεθειμένου … ἐπισήμου ἀργυρίου δραχμὰς διακοσίας εἴκοσι , καὶ βεβαιώσω πάσῃ βεβαιώσει καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ τῆς Θαήσιος Σαταβοῦς ὁ προγεγραμμένος καὶ κύριος διὰ τὸ μὴ εἰδέναι αὐτὴν γράμματα. Πισάις Καλατύτου τοῦ Στοτοήτιος ἠγόρασα καθὼς πρόκειται. ἔγραψεν ὑπὲρ αὐτοῦ Ἀπύνχις Ἀπύγχιος διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα. …τη…χο…γραμμ… ἔτους ἐνάτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ σεβαστοῦ μηνὸς Νέου Σεβαστοῦ μιᾷ καὶ εἰκάδι ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐδάνεισεν Πισάις Καλατύτου ὡς ἐτῶν τεσσερακονταδύο οὐλὴ ὀφρύι ἀριστερᾷ Θαήσι Πισάιτος Περσίνῃ ὡς ἐτῶν πεντηκοντατριῶν φακὸς καρπῷ ἀριστερῷ μετὰ κυρίου τοῦ ἑαυτῆς συνγενοῦς Σαταβοῦτος τοῦ Ἑριέως ὡς ἐτῶν εἰκοσιέξ , οὐλὴ ἀντικνημίῳ δεξιῷ, ἀργυρίου ἐπισήμου νομίσματος κεφαλαίου δραχμὰς διακοσίας εἴκοσι τόκου δραχμιαίου τῇ μνᾷ τὸν μῆνα ἕκαστον, ἃς καὶ ἀποδώσει ἡ δεδανισμένη τῷ Πισάιτι ἐν μηνὶ Φαῶφι τοῦ εἰσιόντος δεκάτου

---

Documentary Papyri, PSI 13. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;13.
