# Psi 13 1328.r.1-44

Documentary Papyri, Psi 13, 1328.r.1 to 1328.r.44. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-13/1328.r.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-13/1328.r.1

Σαραπίωνι ἐπιτηρητῇ ξενικῆς πρακτορίας Ὀξυρυγχείτου παρὰ Γαίου Ἰουλίου Πτολεμαίου εὐθηνιαρχήσαντος τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων καὶ ὡς χρηματίζω βουλευτοῦ. οὗ ἐπόρισα ἐκ τοῦ καταλογείου ἐνεχυρασίας χρηματισμοῦ ἐστιν ἀντίγραφον. ξενικῶν πράκτορι Ὀξυρυγχείτου. τῆς τετελειωμένης ἐνεχυρασίας ἀντίγραφον ὑπόκειται. τελεσθήτω καθότι συνκέκριται. ἔτους ὀγδόου Λουκίου Σεπτιμίου Σεουήρου εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου σεβαστῶν …. Ἀντώνιος Εἰρηναῖος Σατουρνεῖλος διὰ τοῦ πατρὸς Ἀντωνίου Σατουρνείλου σεσημείωμαι δραχμὰς ιβ. Σερῆνος ὁ καὶ Παπείριος γραμματεὺς καταλογείου τὴν οἰκονομίαν ἔγραψα. ἔτους η Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου εὐσεβοῦς Σεβαστῶν Παχών. ἀναγνωσθείσης ἐντεύξεως Γαίου Ἰουλίου Πτολεμαίου τοῦ δὲ διʼ αὐτῆς σημαινομένου ὑπομνήματος περὶ δημοσιώσεως χειρογράφου ὑπογεγραμμένου καὶ ἐκδοσίμου ὑφʼ ὅ εἰσιν καὶ αἱ μεταδόσεως ὑπογραφαὶ ἐπενηνεγμένων καὶ τοῦ λεγομένου διαπεστάλθαι τοῦ δεῖνος ὑπογεγραφότος διαπεστάλθαι πρὸς τὴν τοῦ χρηματισμοῦ τελείωσιν, συνεκρίναμεν γραφῆναι καὶ πεμφθῆναι τῆς ἐντεύξεως ἀντίγραφον τοῖς τοῦ Ὀξυρυγχείτου στρατηγῷ καὶ ξενικῶν πράκτορι ἵνʼ, ἐὰν παρὼν ἐπʼ αὐτοὺς ὁ προγεγραμμένος Ἰούλιος Πτολεμαῖος εὐδοκῇ τούτοις καὶ προῆται τὴν καθήκουσαν χειρογραφίαν περὶ τοῦ ἀληθῆ εἶναι τὰ διὰ τῆς ἐντεύξεως δεδηλωμένα καὶ μηδὲν ὑπεναντίον ᾠκονομῆσθαι μηδὲ ἔχειν τι εἰς τὰ πρασσόμενα, ἀπερίλυτον δὲ εἶναι ταῦτα, τὸ τηνικαῦτα μεταδοθέντος τῶν γραμμάτων τούτων ἀντιγράφου τῷ διʼ αὐτῆς δηλουμένῳ ὑποχρέῳ ἐνωπίῳ, ἵνʼ εἰδῇ, καὶ ἂν μηδὲν ἀντείπῃ ἐν ἡμέραις δέκα , μετὰ ταύτας συντελῶσι τὰ τῆς πράξεως ὃν τρόπον καθήκει τοῖς προστεταγμένοις ἀκολούθως. Κυίντῳ Μαικίῳ Λαίτῳ Γάιος Ἰούλιος Πτολεμαῖος εὐθηνιαρχήσας τῆς λαμπροτάτης πόλεως τῶν Ἀλεξανδρέων καὶ ὡς χρηματίζω. ὀφειλομένων μοι ὑπὸ Ἀπολλωνιανοῦ τοῦ καὶ Διονυσίου τοῦ Διονυσίου μητρὸς Ἀπολλωνίας ἀπʼ Ὀξυρύγχων πόλεως κατὰ χειρόγραφον γεγονὸς τῷ β ἔτει Λουκίου Σεπτιμίου Σεουήρου εὐσεβοῦς Περτίνακος σεβαστοῦ, Ἐπείφ, ἀργυρίου ταλάντων δύο κεφαλαίου τόκου πεντωβολείον ἀργυρικοῦ ἑκάστης μνᾶς κατὰ μῆνα ἀπὸ τοῦ ἑξῆς μηνὸς Μεσορή, εἰς ἀπόδοσιν τῶν μὲν τόκων ἐντὸς μηνῶν δώδεκα , τοῦ δὲ κεφαλαίου τῷ ἑξῆς γ ἔτει, δηλωθέντος, ἐὰν μὴ ἀποδῷ, μένειν περὶ ἐμὲ καὶ τοὺς παρʼ ἐμοῦ μεταλημψομένους τὴν κράτησιν καὶ κυρίαν τοῦ ὑπάρχοντος αὐτῷ τρίτου μέρους περὶ Σενεψαὺ ἐκ τοῦ Διονυσοδώρου σὺν τῷ Μένωνος κλήρου ἀμπελικοῦ κτήματος ἀρουρῶν δεκατριῶν ὀγδόου ἑκκαιδεκάτου καὶ τῶν ἐν αὐτῷ καὶ ἐκτὸς αὐτοῦ φοινίκων καὶ ἀκροδρύων πάντων καὶ καλαμείας καὶ πωμαρίου καὶ ἐποικίου, ἐν ᾧ ληνὸς καὶ πίθος καὶ ἡλιαστήριον, καὶ ὑδρευμάτων καὶ μηχανῆς

---

Documentary Papyri, PSI 13. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;13.
