# Psi 13 1332

Documentary Papyri, Psi 13, PSI 13 1332. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-13/1332
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-13/1332

Θέων Χαιρήμονι τῷ ἀδελφῷ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων εὐχομαί σε ὑγιαίνειν καὶ τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ κυρίῳ Σαράπιδι εὐχόμενός σοι τὰ κάλλιστα. κόμισαι παρὰ τοῦ ἀναδιδόντος σοι τὸ ἐπιστόλιν Θέωνος τοῦ υἱοῦ Κάρπου πέλματα γυναικεῖα. ἐκομισάμην παρὰ Θέωνος τοῦ Νεμαρίτου τὸν φακὸν καὶ τὰ … μοι πάντα. σὺν θεοῖς δὲ ἐρχόμενος ἐνέγκω τὴν λώδικα. καὶ ἐξήτακα Ἁρμόδιον καὶ οὐδέν μοι εἴρηκε. σὺν θεοῖς δὲ μετὰ τὰ Δημήτρια εἰσέρχομαι· διὸ οὖν καλῶς ποιήσεις ἐκτινάξας τὰ χιτώνια μὴ σαπῇ ἕως εἰσέλθω. καὶ γράφω σοι ἵνα βοηθήσῃς Πετιρᾶτι καθʼ ὃ δύνασαι, ἐὰν εἰσέλθῃ πρός σε, ἐπεὶ κεκράτηται ἕνεκα συλήσεως καὶ φόνου. ἄσπασαι Σαραπίωνα καὶ Διοσκοροῦν καὶ Ἀχιλέα καὶ τὴν γυναῖκά σου καὶ τοὺς φιλοῦντας ἡμᾶς κατʼ ὄνομα. ἀσπάζεταί σε ὁ πατήρ μου καὶ Θέων καὶ Κόμοδος καὶ Λάλαχος καὶ οἱ εἰς τὸ ἐργαστήριον πάντες. πολλάκις σοι γράφω καὶ σὺ οὐκ ἀντέγραψας. ἔρρωσο διὰ παντός. …

---

Documentary Papyri, PSI 13. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;13.
