# Psi 13 1341

Documentary Papyri, Psi 13, PSI 13 1341. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-13/1341
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-13/1341

ὑπατείας τῶν δεσποτῶν ἡμῶν … τῶν αἰωνίων Αὐγούστων Φαῶφι κα Αὐρήλιος Συρίων Πληνίου καὶ Αὐρήλιος Βησᾶς Ἀμμωνίου μητρὸς Ἡρακλοῦτος ἀμφότεροι ἀπὸ Ἀντινόου πόλεως ἀλλήλοις χαίρειν. …ας καὶ τὴν ἰδίαν ἰσχὺν ἐχούσης καὶ ἀσαλεύτου μενούσης διὰ παντὸς …ης πρ… ἐγγράφου διαιρέσεως ὁμολογοῦμεν ἑκουσίᾳ γνώμῃ … βεβαίᾳ προαιρέσει ἀντικατηλλάχθαι ἀλλήλοις ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον ἐγὼ Συρίων σοὶ τῷ προειρημένῳ Βησᾷ τὴν ὑπάρχουσάν μοι γῆν ἀρουρῶν ὅσων ἐστὶν ἐκ νότου τῆς λιβικῆς μου μοίρας ἐκ …καλ…περὶ Βωνους κώμης Κλεοπάτρας τοῦ Ἑρμουπολίτου νομοῦ ἧς γείτονες νότου τὸ δημόσιον χῶμα βορρᾶ ἐμοῦ Συρίωνος ἀπηλιώτου Βησᾶ λιβὸς τὸ αὐτὸ χῶμα, ἐγὼ δὲ Βησᾶς σοὶ τῷ προειρημένῳ Συρίωνι τὴν ὑπάρχουσάν μοι …νγηντα…ησ…ς κατὰ κεφαλὴν ἐκ βορρᾶ τοῦ ἡμετέρου γεωργίου ἀρουρῶν ὅσων ἐστὶν περὶ Βωνους τῆς αὐτῆς κώμης … ἀκολούθως τῇ γεγενημένῃ μετρήσει τούτων ὑπὸ Παμούνιος διακόνου ἀπὸ κώμης Κλεοπάτρας καὶ τοῖς πηχθεῖσιν … τοῦ αὐτοῦ Παμούνιος ἧς καὶ ταύτης γείτονες νότου ἐμοῦ Βησᾶ βορρᾶ καὶ ἀπηλιώτου καὶ λιβὸς σοῦ Συρίωνος ἢ οἷοι ἐὰν ὦσι γείτονες πάντῃ πάντοθεν εἰς τὸ ἀπὸ τοῦ νῦν ἐπὶ τὸ παντελὲς ἕκαστον ἡμῶν κρατεῖν καὶ κυριεύειν καὶ δεσποτεύειν τῆς ἀντικαταλλαχθείσης αὐτῷ γῆς ὑπὸ θατέρου καὶ τοὺς παρʼ αὐτοῦ μεταπαραλημψομένους δεσπόζοντας χρωμένους καὶ διοικοῦντας καὶ οἰκονομοῦντας καὶ ἐπιτελοῦντας περὶ αὐτῆς καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἀνεμποδίστως, βεβαιούντων ἡμῶν ἀλλήλοις καὶ τῶν παρʼ ἡμῶν πάσηι βεβαιώσει ἀπὸ παντὸς διὰ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένου, ἐπὶ τῶι δὲ ἕκαστον ἡμῶν τελέσαι ὑπὲρ τῆς ἰδίας γῆς διὰ παντὸς καθὼς καὶ πρότερον ἐγένετο. ἐφʼ οἷς τούτοις ὀμνύομεν τόν τε παντοκράτορα θεὸν καὶ τὴν θείαν τύχην τῶν τὰ πάντα νικώντων δεσποτῶν ἡμῶν αἰωνίων βασιλέων ταῦθʼ οὕτως ἔχειν καὶ μὴ παραβῆναι τὰ ἐγγεγραμμένα ἢ τὸν παραβῆναι θελήσοντα ἐπιγνῶναι τῷ ἄλλῳ οὐ προστίμου χάριν ἀλλʼ ἐξ ἐπερωτήσεως καὶ συμφώνου χρυσίου οὐγκίας δύο πρὸς τὸ βεβαίαν καὶ ἰσχυρὰν ἡμῖν εἶναι διὰ παντὸς ταύτην τὴν ἀντικαταλλαγὴν ἥνπερ δισσὴν ὁμότυπον γραφεῖσαν ἐθέμεθα πρὸς ἑαυτοὺς πρὸς ἀσφάλειαν κυρίαν καὶ βεβαίαν πανταχοῦ ἐπιφερομένην καὶ ἐπερωτηθέντες οὕτως ἔχειν ὡμολογήσαμεν. Αὐρήλιος Συρίων Πληνίου ὁ προκείμενος ἐθέμην τὴν ἀντικαταλλαγὴν καὶ ὤμοσα τὸν θεῖον ὅρκον καὶ εὐδοκῶ πᾶσι ὡς πρόκειται. Αὐρήλιος Βησᾶς Ἀμμωνείου ὁ προκείμενος ἐθέμην τὴν ἀντικαταλλαγὴν καὶ ὤμοσα τὸν θεῖον ὅρκον εὐδοκῶν πᾶσι ὡς πρόκειται. Αὐρήλιος Νικᾶς Ἀμμωνείου ἔγραψα ὑπὲρ τοῦ ἀδελφοῦ μου γράμματα μὴ εἰδότος. Αὐρήλιος Ὀλύμπιος Θεοδώρου ἀπὸ Ἀντινόου μαρτυρῶ. Αὐρήλιος Ἰσὰκ Ἰσιδώρου βουλευτὴς Ἀντινοέων μαρτυρῶ. Αὐρήλιοσ…αδης Ἀντινόου βουλευτὴς μαρτυρῶ.

---

Documentary Papyri, PSI 13. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;13.
