# Psi 15 1554

Documentary Papyri, Psi 15, PSI Congr. 11 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-15/1554
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-15/1554

χαῖρε, κύριέ μου Ἀπολλωνιανέ, Σεουῆρός σε … ἀσπάζομαι. … ἔγραψα περὶ τῶν ὑπαρχόντων ἡμῖν …ς εὐθέως γενέσθαι εἰς Ὀξυρυγχείτην καὶ … ταῦτα γράφω. δεκάτῃ ὀψὲ ἐπεδημήσαμεν ἐν Ὀξυρυγχείτῃ καὶ τῇ ια συμβαλόντες Ἀμμωνίῳ ἐδώκαμεν αὐτῷ τὴν ἐπιστολήν σου, καὶ μετὰ τὸ ἀναγνῶναι αὐτὴν οὔτε λόγον ἡμῶν οὔτε τῶν γραμμάτων ποιούμενος, ἔλεγέν μοι ὅτι ἀρκεῖ, ἐὰν μὴ σοὶ ἐνοχλῇ …του· τοῦτο γὰρ ἀλλότριόν ἐστιν. καὶ εὐθέως …χθη ἡμῖν οἰκέτης Ἡρακλείας ἄχρις ἂν συγκομισθῶμεν εἰς τὴν οἰκίαν αὐτῆς καὶ ὀψὲ καθʼ ἑσπέραν ἐποίει ἡμᾶς κοιμηθῆναι ὑπὸ δρόμον ἐν τῷ …ερῳ τῷ πρὸς τῇ οἰκίᾳ αὐτῆς. ἔστησεν οὖν ἡμᾶς ὥστε μήτε εἰς ἀγρὸν γενέσθαι μήτε τὰ ἐν τῇ πόλει πράγματα πρᾶξαι· οὐ μόνον ταῦτα, ἀλλὰ καὶ …θων τὸ ἐναντίον ἔπραξεν εἴπας αὐτοῖς … ὑποσχόμενος πρὸ τοῦ γ…με… … δώσειν τὸ πᾶν ἐν πυρῷ … …λαξεν αὐτὸν εἴπας ὅτι … … δίδωμι καὶ ὁρν… …εν λέγων … ει… …α…ξ… … ἐπὶ ξένης … τιθουν αυ… λέγων ὅτι εἰ μὴ με… τῷ ἀδελφῷ σου ἐφʼ οἷς σοι ἔγραψεν ἐχε… θων ἐπισφράγισον, καὶ ἔλεγέν μοι ὅτι … … αὐτοῦ τὸν οἶνον. ζητεῖς γὰρ … ἀπόντα, καὶ ὅσα μὲν ἄλλα ἤκουσα παρʼ αὐτοῦ οὐκ ἔχω διηγήσασθαι· διὸ οὖν γράψον μοι τί με θέλεις ποιῆσαι· ἐὰν γὰρ μοι μὴ πέμψῃς ἀντίγραφον ἐν τάχει, ἀναγκασθήσομαι οὐδὲν πράττειν. ἕνεκε γὰρ τούτου σα… τες τί ἄλλο περισσὸν μέλλεις προσθέσθαι… ἐπιστολη…. μὴ οὖν …οτ… …νε α…τιλ…

---

Documentary Papyri, PSI 15. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;15.
