# Psi 15 1557

Documentary Papyri, Psi 15, PSI 15 1557 (Estratto). Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-15/1557
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-15/1557

κυρίῳ μου ἀδελφῷ Παυσιρίωνι Σαραπίων χαίρειν. περιέργως γάρ σοι γράφω περὶ τοῦ υἱοῦ μου Ἱέρακος ὅπως παραπροσέχῃς αὐτῷ· οἶδα γὰρ ὅτι ἀπὸ σεαυτοῦ ποιεῖς· ἐὰν οὖν χρείαν τινὸς ἔχῃς γράψον, κύριέ μου ἄδελφε, ἕως ἂν ἔλθω· ἕως …ρα…ενω καὶ ἐγὼ παρα…αι. γνῶθι δὲ ὁ υἱὸς Ἡράκλιος ὅτι οὐκ ημ…λου ἐντολικο…, ἀλλὰ γὰρ ἐρχόμενος φέρω καὶ Ἑρμίνῳ τῷ ἀδελφῷ μετάδος ὅτι Θῶνις παρά μοί ἐστιν ὁ ναύτης λαβὼν τὰ τρία τάλαντα καὶ λαβέτω ἄλλα παρʼ αὐτοῦ. περὶ δὲ τῆς κατασπορᾶς τῆς λινοκαλάμης μὴ ἀμελήσῃς, ἄδελφε, ἀλλὰ προνόησαι ὡς ἔθος σοί ἐστιν καὶ εἰ μὴ ἀπεστείλατε …οι… μὴ ἀποστείλητε ἕως ἂν ἔλθω· τιμὴν γὰρ οὐκ ἔχει ἐνταῦθα· ἐὰν δὲ ἦτε ἐμβαλόμενοι Σαραπίωνι τῷ ἀδελφῷ ἀόκνως γράψατε περὶ αὐτῶν μὴ πωλῆσαι πο…ημην· ἐὰν δὲ χρείαν ἔχῃς ἀργυρίου πώλησον τὰ παρά σοὶ σίππεα. ἄσπασαι τὰ ἀβάσκαντά σου τέκνα καὶ τὴν μητέρα αὐτῶν καὶ τὸν υ ἱόν σου Ἡρακλᾶ καὶ τὴν μητέρα … καὶ Ζωσίμην … πάντας κατʼ ὄνομα καὶ τοὺς φίλους …αι ἐρρῶσθαί σε εὔχομαι, κύριε ἀπέστειλα δέ σοι διὰ Κολλούθου τὸ ἄλλο αὐτοῦ … Παυσιρίωνι ἀδελφῷ Σαραπίων.

---

Documentary Papyri, PSI 15. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;15.
