# Psi 3 236

Documentary Papyri, Psi 3, PSI 3 236. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-3/236
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-3/236

Ζωίλος ξυστάρχης Παυλείνῳ ξυστάρχῃ ἀδελφῷ πολλὰ χαίρειν. προηγουμένως εὔχομαί σε ὁλόκληρον ἀπολαβεῖν καὶ τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ θεοῖς πᾶσι. κατὰ τὰς ἐντολὰς ἃς εἶχον …υς σου λέγοντος ὅτι ἐὰν γένῃ πρὸς …ως Ἄμμωνα καὶ μὴ λάβῃς τὸ …αριν ὅτε μοι εἶπας ὅτι ειδε… ἐπιλήσειν καὶ δέξαι παρʼ αὐτοῦ καὶ οὐτ… ἐπιθήκην. εἰδέναι οὖν σε θέλω … ἐνθάδε παρὰ τοῦ ἀναδιδοῦντός σοι ταῦτα τὰ γράμματα ἀργυρίου τάλαντα πέντε ἅπερ διεπεμψάμην σοι ἐπιθήκην. αλιν…υτις ἀποκαταστήσῃς παρὰ Σε…ῳ ἐπειδὴ καὶ αὐτὸς χρείαν αὐτῶν ἔχει. περὶ δὲ τοῦ ἀδελφοῦ Μέλανος τοῦ ξυστάρχου, περὶ τούτου πολλά μοι ἔγραψεν, ἀντέγραψα δὲ αὐτῷ πολλά. περὶ μέντοι τῆς ἀποχῆς ἔγραψεν ὅτι ἀπὸ μέρους ἔδωκεν Εὐδαίμονι, οὐκ αὐτὸς μέν, ἀλλὰ οἱ εἰσενεγκόντες ἐκεῖ τὰ ἀποσυστατικά· ἀλλὰ ἑτοιμός ἐστιν καὶ νῦν ἵνα μή σε λυπήσῃ μηδ… ἀλλὰ ἕτοιμος δοῦναι καὶ ἑαυτῷ βοη… ἀπαιτήσεως καὶ περὶ Ἡρακλήου …πόλει κατειπεῖν … … ὡμολόγησεν μηδὲν εἰληφέναι παρὰ τοῦ … …ην πρὸς ἐμέ· οὐ γὰρ εἶχεν αὐτὸ εὔλυτον· περὶ γὰρ τῆς … ἑαυτῇ συνεβουλευσάμην, περὶ δὲ Σύρου τοῦ κω- μῳδοῦ πᾶν ποιῶ τὴν ἀρχαίαν αὐτοῦ πίστιν ἀποπληρῶσαι· ὁ γὰρ ἰδιώτης ἐκεῖνος οὐκ ἐνδημεῖ καὶ τῷ φυς μαθητῇ σου. πάντως οὖν δεῖ με γράψαι σοι περὶ ἑνὸς αὐτῶν· οὐκ ὀκνῶ γὰρ οὐδὲ περὶ δώρων οὐδὲ περὶ κέρματος, εἰδώς σου τὴν ἀγαθὴν προαίρεσιν. περὶ δὲ τῶν δύο χηνῶν παράδος αὐτῷ τῷ ἀναδιδοῦντί σοι τὰ γράμματα· περὶ δὲ τῶν ἔργων ἡμῶν μὴ ἀμελήσῃς καὶ ἀντίγραψόν μοι περὶ οὗ βουλει ἡδέως ἔχοντι. ἄσπασαιτὴν θυγατέρα ἡμῶν Ταλου καὶ τὴν σύμβιόν σου καὶ τὰ ἀβάσκαντά σου παιδία σὺν γυναιξὶ καὶ τέκνοις, ἄσπασαι τὸν κύριόν μου ἀδελφὸν Σύρον σὺν τῷ οἴκῳ, μεθʼ ὧν ἐρρῶσθαί σε εὔχομαι … Παυλείνῳ ξυστάρχῃ παρὰ Ζωίλου παράδος …

---

Documentary Papyri, PSI 3. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;3.
