# Psi 4 281

Documentary Papyri, Psi 4, PSI 4 281 Ro. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-4/281
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-4/281

…ης Ἐπίμαχος Θέωνι ἐπιτρόπωι τῶι φιλτάτωι χαίρειν. διαπέπρακα Πολυδεύκει Ἀμμωνίου ἀπὸ τῶν …κειμένων γενήματος πρώτου καὶ δευτέρου ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου … ἀρτάβας …, ὡς τῶν ρ ἀρταβῶν δραχμῶν φξ, μέτρωι Ἀπολλω…ως ἑκτημόρῳ Χύσεως, ἀφʼ ὧν ἔσχον ἀργυρίου δραχμὰς δισχιλίας παραδο…ω…η …νος παρʼ αὐτοῦ ὃ ἐὰν προσοφειλε… …εν ἔγγυος μ…ουε…σε … μοι κεφαλαίῳ … … ἀκολούθως οἷς … … ἐρρῶσθαί σε εὔχομαι …α ἡσύχασαν, μηκέτι … … Οὐιβίου Μαξίμου ὁμοίως ἡγεμόνος … ἔτους … Τραιανοῦ Καίσαρος τοῦ κυρίου, … ἐπὶ βήματος ἐκ τῶν …ου Οὐίβιος Μάξιμος εἶπεν· … δὶς τοῦτο κέκρικα π…ρι τῶν … δεκαετῆ χρόνον αυ… καὶ κρίνειν …ἐπιβληθήσονται εἰς… καὶ Λεωνίδας …ια πράγματα ἀνο…λοντες παραν … εἰσι μετὰ τὸν ὡρισμένον χρόνον … ης μὴ ανα… αἴτιοί εἰσι τῶν γεινομένων … Σουλπικίου Σιμίλεως … Χοίακ κδ. Πανίσκου λέγοντος … καὶ ἀναφ… … Σουλπίκιος Σίμιλις· δὸς … ρχ δὸς πρὸς ἀντίγραφον Κλαυδίωι Νεοκύδῃ τῷ κρατίστωι δικαιοδότηι παρὰ Ἐπιμάχου νεωτέρου Διονυσίου τῶν ἐξηγητευκότων Ὀξυρύγχων πόλεως. Θέων Διογένους τοῦ Διεύχους ἀπὸ τῆς αὐτῆς Ὀξυρύγχων πόλεως καὶ ὁ τούτου υἱὸς Διεύχης ἐπιτροπεύσαντές μου πρός τινα χρόνον οὐκ ὀλίγα σιτικὰ καὶ ἀργυρικὰ κεφάλαια ἀνήρπασαν ἀπὸ περιγεινομένων ὑπαρχόντων μου καὶ οὔτε λόγους μοι ἐτάξαντο οὔτε αὐτὰ τὰ ὀφειλόμενα ἀποδεδώκασι αὐθαδῶς καὶ βιαίως χρώμενοι. ἐπεὶ οὖν, κύριε, ἔν τινι διαγνώσει ἐπὶ τοῦ κρατίστου ἡγεμόνος Ἡλιοδώρου ἐκέλευσέ με ἀποδημῆσαι ὑπὲρ Κόπτον νυνὶ τριετίαν, ἀξιῶ, ἐάν σοι δόξῃ, κελεῦσαι γράψαι τῶι τοῦ Ὀξυρυγχείτου στρατηγῶι ἐπαναγκάσαι τοὺς περὶ τὸν θέωνα ἀνελθεῖν πρὸς ἐμὲ διδόντας μοι τὰ ὀφειλόμενα καὶ τοὺς λόγους, ἵνʼ ὦ εὐεργετημένος. ἐπίτροπον καὶ ἐπύθετο πρὸ πόσου χρόνου μετεστάθη. Κάστωρ ταβουλάριος· πρὸ τετραετίας. Σουλπίκιος Σίμιλις· ἐναετία οὖν σήμερον εἴκοσι τάλαντα ὀφειλόμενά σοι οὐκ ἀπῄτεις. πορεύου. Ἰουλίου Μαξιμιανοῦ ἐπιστρατήγου. ἔτους β Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου, Παῦνι κε. Διογένους λέγοντος τῇ μάμμῃ τῶν ἀντιδίκων Φιλουμένῃ δεδανεικέναι, ἐπεὶ οὖν οὗτοι αὐτῆς κληρονόμοι εἰσίν, ἀπαιτεῖν. Θεμιστοκλέους καὶ Ἥρωνος λεγόντων τὸ λεγόμενον γεγονέναι πρᾶγμα η ἔτει Δομιτιανοῦ καὶ τὴν Φιλουμένην τεθνηκέναι μηδέποτε πραχθεῖσαν ὑπὸ τοῦ Διογένους, Μαξιμιανὸς ἔφη· πρᾶγμα παλαιὸν ἐπιφέρεις· εἶχέ τι πάντως ἡ Φιλουμένη πρός σὲ , διὰ τοῦτο ζῶσαν αὐτὴν οὐκ ἀπῄτησας ἀνέγνων. ὕστερον Θέων δὲ ἀποχωρήσαντος αὐτοῦ ἀπὸ τῆς οἰκίας μου ἐπορεύθην πρὸς τὸν ἀρχέφοδον βουλόμενος τοῦ ὀφικίου ἱκανὸν λαβεῖν ἄχρι διαγνώσεως καὶ ταῦτα ἐπηνγείλατό μοι ὅσα καὶ πρότερον παρόντος ἀρχεφόδου καὶ …λ…ε…ντι τῆς κώμης διὸ ἐπιδίδωμι τὸ ἀναφόριον ἀξιῶν τὸ ἀκόλουθον γενέσθαι καὶ ἔχειν ἐν καταχωρισμῷ μήποτε κατὰ τὰς ἐπανγελίας αὐτοῦ … ὅσα ἔχω μετέωρα ἐν τῇ κ… πρᾶσιν ἵνʼ ὦ εὐεργετημένος …ρκη παρʼ Ἀπολλω Τριγ επιχι δραχμαὶ σκ …πατ δραχμαὶ ρ απαι δραχμαὶ μ ταφῆς θυγατρὸς Ἀπολλω δραχμαὶ ρ εἰς τὸ λογιστήριον δραχμαὶ ρλβ Ταφῆς παιδίου Ἀπο δραχμαὶ ριϛ … ἐν τῷ Ἑρμοπολ δραχμαὶ π γίνονται δραχμαὶ ψπη Βρμ …ιται δραχμαὶ ω … δραχμαὶ Ατμ

---

Documentary Papyri, PSI 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;4.
