# Psi 4 333

Documentary Papyri, Psi 4, PSI 4 333. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-4/333
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-4/333

Προμηθίων Ζήνωνι χαίρειν. συνέβη ἡμῖν ἀγωνιᾶσαι ἀκούσαντας ἐπὶ πλείονα χρόνον ἑλκυσθῆναί σε ἐν ἀρρωστίαι, νυνὶ δὲ ἀκούσαντές σε ὑγιαίνειν καὶ εἶναι ἤδη πρὸς τῶι ἀναλαμβάνειν, ἥσθημεν· ὑγιαίνομεν δὲ καὶ αὐτοί. ἐδώκαμεν πρότερον Ἡρακλείδει τῶι παρʼ ὑμῶν ἐκ τοῦ σοῦ λόγου, καθάπερ ἡμῖν ἔγραψας, ἀργυρίου δραχμὰς ρν, κομίζει δὲ νυνὶ μύρου ἵνια ι ἐν ἀλαβάστροις κα, οἵ εἰσιν ἐσφραγισμένοι τῶι ἐμῶι δακτυλίωι. ἐπέστειλε γάρ μοι Ἀπολλώνιος πριάμενον δοῦναι τούτωι καὶ στεφάνους βαλαυστίνων τ. οὐκ ἔφθημεν οὖν αὐτῶι τούτους συνδοῦναι διὰ τὸ μὴ εἶναι ἑτοίμους. εἰς δὲ Ναύκρατιν αὐτῶι παροίσει· Πα… πρὸ γὰρ τῆς λ συντελεσθήσονται. τὴν δὲ τιμὴν τούτων τε καὶ τοῦ μύρου ἐκ τοῦ λόγου ὑμῶν διαγεγράφαμεν, καθάπερ Ἀπολλώνιος ἔγραψεν. δεδώκαμεν δὲ καὶ τοῦ πλοιαρίου ἐν ὧι ἀναπλεῖ ναύλον χαλκοῦ δραχμὰς ι. διαγέγραπται δὲ καὶ Ἰατροκλεῖ εἰς χάρτας τοὺς συντελουμένους ἐν Τάνει ὥστε Ἀπολλωνίωι ἀργυρίου δραχμὰς υ. ταῦτα μὲν οὖν ἐπίστω οὕτως διοικημένα. σὺ δὲ καλῶς ἂν ποιοῖς ἐπιστέλλων, ἐάν τινος τῶν καθʼ ἡμᾶς χρείαν ἔχηις. ἔρρωσο. ἔτους κθ, Χοίαχ κη. ἔτους κθ, Περιτίου γ. Προμηθίων ὧν δέδωκεν. Ζήνωνι.

---

Documentary Papyri, PSI 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;4.
