# Psi 4 371

Documentary Papyri, Psi 4, PSI 4 371. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-4/371
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-4/371

Ζήνων Λαβῶιτι χαίρειν. μέτρησον Περδίκκαι ὥστε Πατρόκωι σιτομετρίαν ἀπὸ μηνὸς Παχὼνς τοῦ λϛ ἔτους ἕως Ἐπεὶφ μῆνες γ τοῦ μηνὸς πυροῦ ἀρτάβην α 𐅵 γίνονται πυροῦ ἀρτάβαι δ 𐅵 ὧν ἰατρικὸν πυροῦ ἀρτάβη 𐅵 λοιπαὶ πυροῦ ἀρτάβαι δ Εὐτυχίδηι παιδὶ τοῦ Παῦνι καὶ Ἐπεὶφ πυροῦ ἀρτάβαι γ Πτολεμαίωι γραμματεῖ ὡσαύτως πυροῦ ἀρτάβαι δ Βαλλίωνι ὡσαύτως τοῦ μηνὸς πυροῦ ἀρτάβαι α 𐅵 γίνονται πυροῦ ἀρτάβαι γ Εὐτύχωι ὡσαύτως πυροῦ ἀρτάβαι γ Χοιρίνηι ἱστουργῶι ὡσαύτως πυροῦ ἀρτάβαι γ Ὥρωι τῶι ἐπὶ τῶν οἰκοδομικῶν ἔργων ὡσαύτως πυροῦ ἀρτάβαι γ ὧν ἰατρικὸν 𐅵 λοιπαὶ πυροῦ ἀρτάβαι β 𐅵 Ἀλκίμωι ἀμπελουργῶι τῶι προεστηκότι τῶν τριακονταρούρων καὶ τοῦ Γλαύκου καὶ Λυσιμάχου νεοφύτων ἀμπελώνων τοῦ Ἐπεὶφ πυροῦ ἀρτάβαι β καὶ τὰ μετρήματα ἑκάστωι πυροῦ ἀρτάβαι α 𐅵 γίνονται πυροῦ ἀρτάβαι ιε ὧν ὑπολ… ἀργίας πυροῦ ἀρτάβης 𐅵 δ λοιπαὶ πυρῶν ἀρτάβαι ιδ δ Νουμηνίωι ἱπποκόμωι τοῦ Παῦνι καὶ Ἐπεὶφ πυρῶν ἀρτάβαι γ ὧν ἰατρικὸν πυροῦ ἀρτάβης 𐅵 λοιπαὶ πυρῶν ἀρτάβαι β 𐅵 Στεφάνωι ὡσαύτως πυροῦ ἀρτάβαι γ ὧν ἰατρικὸν πυροῦ ἀρτάβης 𐅵 λοιπαὶ πυρῶν ἀρτάβαι β 𐅵 Ἡλιοδώρωι τοῦ Ἐπεὶφ πυροῦ ἀρτάβη α 𐅵 Ἀριστομάχωι ὡσαύτως πυροῦ ἀρτάβη α 𐅵 τοῖς παρὰ Ἡγησιλάου ἱπποκόμοις Ἀπολλωνίωι Ὥρωι τοῦ Ἐπεὶφ ἑκάστωι πυροῦ ἀρτάβη α γίνονται πυροῦ ἀρτάβαι β Πάρει τοῦ Ἐπεὶφ πυροῦ ἀρτάβη α 𐅵 γίνονται πυροῦ ἀρτάβαι ν δ ἔρρωσο. ἔτους λϛ, Ἐπεὶφ β. Λαβωιτι

---

Documentary Papyri, PSI 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;4.
