# Psi 4 406

Documentary Papyri, Psi 4, PSI 4 406. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-4/406
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-4/406

ὑπόμνημα Ζήνωνι παρὰ Ἡρακλείδου τοῦ συνωριστοῦ. περὶ ὧν ἀπηργασμένοι εἰσὶν Δριμύλος καὶ Διονύσιος παιδίσκην α προσχρησάμενος αὐτῆι παρέδωκεν αὐτὴν τῶι ὀροφύλακι συνσκευάσαντες αὐτὴν εἴ τί ποτε εἶχεν. αὕτη δέ ἐστιν ἐν Πηγαῖς παρὰ τῶι ὀροφύλακι. ἄλλην ἐξῆγον ἐξ Ἀμμώνων. ἀπέδοντο αὐτὴν ἐν Πτολεμαίδι καὶ ιερεα ἤδη τέταρτον εἰς Ἰόπην καταγήγοχεν καὶ εἰς Αὔρανα ἀπεδήμησεν σῶμα θηλυκὸν ἄγων καὶ ἔλαβεν δραχμὰς ρν. καὶ ἐκεῖθεν ἀνακάμπτων συνεσκευάσατο τοὺς Ἀναβαταίους. βοῆς δὲ γενομένης ἀπάγεται εἰς φυλακὴν ἡμέρας ζ ἐν πέδαις ὤν. καὶ Δριμύλος παιδίσκην ἠγόραζεν δραχμὰς τ. ἐπʼ ἐξοδίαν μὲν γὰρ ἑκάστης ἡμέρας ἐπορεύοντο, καὶ ὠφελοῦντο λαμπρῶς. καὶ ταῦτα ποιοῦντες οὐκ εἶχον τὸν νοῦν πρὸς τοῖς κτήνεσιν, ἀλλʼ ἢ ὁ μὲν Δριμύλος ἑκάστης ἡμέρας τῆι ἐρωμένηι αὐτοῦ ἐθερμαίνετο χαλκία δύο ὕδατος· πέπρακεν δὲ καὶ τὴν ὄνον τὴν θήλειαν καὶ τὸν ὀνάγριον. καὶ τούτων μάρτυρες εἰσίν. περὶ δὲ τῶν πλεόνων, ἐάν με ἐπερωτᾶις, εὑρήσεις πᾶσαν τὴν ἀλήθειαν.

---

Documentary Papyri, PSI 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;4.
