# Psi 4 422

Documentary Papyri, Psi 4, PSI 4 422. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/documentary-papyri/psi-4/422
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/documentary-papyri/psi-4/422

Ζήνωνι χαίρειν Ψενταῆς. Ὀννῶφρις μὲν χορηγεῖ Ψενοβάστι ζεύγη καὶ δέδωκεν αὐτῶι ἤδη η, ἐμοὶ δὲ Κερκίων οὐ δίδωσιν ἄλλʼ ἢ δ ἕως ιη· διαμαρτυρομένου δὲ ἐμοῦ αὐτῶι ὅτι οὐκ ἐκποιεῖ μοι τὰ δ ζεύγη, προσέδωκέν μοι ἄλλο α ἀπὸ τῆς ιθ καὶ ἄλλο α ἀπὸ τῆς κα, καὶ ταῦτα τὰ ἀσθενέστερα ἐγλεξάμενος. ἡ δὲ γῆ ῥηγμῶν πλήρης ἐστὶν διὰ τὸ μήποτε αὐτὴν ἠρόσθαι. οὐ δύνανται οὖν πλέω β 𐅵 δ ἀρούρας τὴν ἡμέραν καταβάλλειν διβολοῦντες· γίνεται τρία δέ ἑκάστωι ζεύγη. γίνωσκε δὲ ὅτι τὸ μέρος τὸ κατʼ ἐμὲ πᾶν δύναται σπαρῆναι· βέβρεκται γὰρ πᾶν. ἐν δὲ τῆι Ψενοβάστιος εἰσὶν εἰς ν ἀρούρας ἀβρόχου. καὶ ἄλλας ν ἐδώκατε σπεῖραι ἀνήσσωι καὶ κνήκωι. καὶ Ποσιδωνίωι ἐδόθησαν ι ἄρουραι. ἐὰν οὖν τίς μοι χορηγῆι, οὐθεὶς ἐμοῦ βέλτιον ἐργᾶται καὶ ἐν τάχει, ὥσπερ καὶ ἐν τῶι Σαίτηι νομῶι ὁ πατήρ μου προετέρει παρὰ πάντας τοὺς ἐκεῖ. εὐτύχει. περὶ δὲ ου μωι ε…ακ περὶ τῶν βοώνων Ὧρος μωι τὸ παράδειγμα ἐδώκεν. Ψινταῆς Ζήνωνι.

---

Documentary Papyri, PSI 4. Text: Duke Databank of Documentary Papyri (papyri.info), CC BY 3.0. Changes: editorial sigla resolved and the documents arranged as reading sections by Interlinea.
License: CC BY 3.0 (https://creativecommons.org/licenses/by/3.0/). Source: https://papyri.info/ddbdp/psi;4.
